εἰς αἰθέρα δροσερὸν ῥίπτουσʼ, ὡς νεβρὸς χλοεραῖς ἐμπαί- ζουσα λείμακος ἡδοναῖς, ἡνίκʼ ἂν φοβερὰν φύγῃ θήραν ἔξω φυλακᾶς εὐπλέκτων ὑπὲρ ἀρκύων, θωΰσσων δὲ κυναγέτας συντείνῃ δράμημα κυνῶν· μόχθοις τʼ ὠκυδρόμοις τʼ ἀέλ- λαις θρῴσκει πεδίον παραποτάμιον, ἡδομένα βροτῶν ἐρημίαις σκιαρο- κόμοιό τʼ ἔρνεσιν ὕλας. τί τὸ σοφόν; ἢ τί τὸ κάλλιον παρὰ θεῶν γέρας ἐν βροτοῖς ἢ χεῖρʼ ὑπὲρ κορυφᾶς τῶν ἐχθρῶν κρείσσω κατέχειν; ὅ τι καλὸν φίλον ἀεί. Χορός ὁρμᾶται μόλις, ἀλλʼ ὅμως πιστόν τι τὸ θεῖον σθένος· ἀπευθύνει δὲ βροτῶν τούς τʼ ἀγνωμοσύναν τιμῶν- τας καὶ μὴ τὰ θεῶν αὔξον- τας σὺν μαινομένᾳ δόξᾳ. κρυπτεύουσι δὲ ποικίλως δαρὸν χρόνου πόδα καὶ θηρῶσιν τὸν ἄσεπτον. οὐ γὰρ κρεῖσσόν ποτε τῶν νόμων γιγνώσκειν χρὴ καὶ μελετᾶν. κούφα γὰρ δαπάνα νομί-