θύρσον γε χειρὶ καὶ νεβροῦ στικτὸν δέρας. Πενθεύς οὐκ ἂν δυναίμην θῆλυν ἐνδῦναι στολήν. Διόνυσος ἀλλʼ αἷμα θήσεις συμβαλὼν βάκχαις μάχην. Πενθεύς ὀρθῶς· μολεῖν χρὴ πρῶτον εἰς κατασκοπήν. Διόνυσος σοφώτερον γοῦν ἢ κακοῖς θηρᾶν κακά. Πενθεύς καὶ πῶς διʼ ἄστεως εἶμι Καδμείους λαθών; Διόνυσος ὁδοὺς ἐρήμους ἴμεν· ἐγὼ δʼ ἡγήσομαι. Πενθεύς πᾶν κρεῖσσον ὥστε μὴ ʼγγελᾶν βάκχας ἐμοί. ἐλθόντʼ ἐς οἴκους ἃν δοκῇ βουλεύσομαι. Διόνυσος ἔξεστι· πάντῃ τό γʼ ἐμὸν εὐτρεπὲς πάρα. Πενθεύς στείχοιμʼ ἄν· ἢ γὰρ ὅπλʼ ἔχων πορεύσομαι ἢ τοῖσι σοῖσι πείσομαι βουλεύμασιν. Διόνυσος γυναῖκες, ἁνὴρ ἐς βόλον καθίσταται, ἥξει δὲ βάκχας, οὗ θανὼν δώσει δίκην. Διόνυσε, νῦν σὸν ἔργον· οὐ γὰρ εἶ πρόσω· τεισώμεθʼ αὐτόν. πρῶτα δʼ ἔκστησον φρενῶν, ἐνεὶς ἐλαφρὰν λύσσαν· ὡς φρονῶν μὲν εὖ οὐ μὴ θελήσῃ θῆλυν ἐνδῦναι στολήν, ἔξω δʼ ἐλαύνων τοῦ φρονεῖν ἐνδύσεται. χρῄζω δέ νιν γέλωτα Θηβαίοις ὀφλεῖν γυναικόμορφον ἀγόμενον διʼ ἄστεως ἐκ τῶν ἀπειλῶν τῶν πρίν, αἷσι δεινὸς ἦν. ἀλλʼ εἶμι κόσμον ὅνπερ εἰς Ἅιδου λαβὼν ἄπεισι μητρὸς ἐκ χεροῖν κατασφαγείς, Πενθεῖ προσάψων· γνώσεται δὲ τὸν Διὸς Διόνυσον, ὃς πέφυκεν ἐν τέλει θεός, δεινότατος, ἀνθρώποισι δʼ ἠπιώτατος. Χορός ἆρʼ ἐν παννυχίοις χοροῖς θήσω ποτὲ λευκὸν πόδʼ ἀναβακχεύουσα, δέραν