οἴμοι· τόδʼ ἤδη δόλιον ἔς με μηχανᾷ. Διόνυσος ποῖόν τι, σῷσαί σʼ εἰ θέλω τέχναις ἐμαῖς; Πενθεύς ξυνέθεσθε κοινῇ τάδʼ, ἵνα βακχεύητʼ ἀεί. Διόνυσος καὶ μὴν ξυνεθέμην—τοῦτό γʼ ἔστι—τῷ θεῷ. Πενθεύς ἐκφέρετέ μοι δεῦρʼ ὅπλα, σὺ δὲ παῦσαι λέγων. Διόνυσος ἆ. βούλῃ σφʼ ἐν ὄρεσι συγκαθημένας ἰδεῖν; Πενθεύς μάλιστα, μυρίον γε δοὺς χρυσοῦ σταθμόν. Διόνυσος τί δʼ εἰς ἔρωτα τοῦδε πέπτωκας μέγαν; Πενθεύς λυπρῶς νιν εἰσίδοιμʼ ἂν ἐξῳνωμένας. Διόνυσος ὅμως δʼ ἴδοις ἂν ἡδέως ἅ σοι πικρά; Πενθεύς σάφʼ ἴσθι, σιγῇ γʼ ὑπʼ ἐλάταις καθήμενος. Διόνυσος ἀλλʼ ἐξιχνεύσουσίν σε, κἂν ἔλθῃς λάθρᾳ. Πενθεύς ἀλλʼ ἐμφανῶς· καλῶς γὰρ ἐξεῖπας τάδε. Διόνυσος ἄγωμεν οὖν σε κἀπιχειρήσεις ὁδῷ; Πενθεύς ἄγʼ ὡς τάχιστα, τοῦ χρόνου δέ σοι φθονῶ. Διόνυσος στεῖλαί νυν ἀμφὶ χρωτὶ βυσσίνους πέπλους. Πενθεύς τί δὴ τόδʼ; ἐς γυναῖκας ἐξ ἀνδρὸς τελῶ; Διόνυσος μή σε κτάνωσιν, ἢν ἀνὴρ ὀφθῇς ἐκεῖ. Πενθεύς εὖ γʼ εἶπας αὖ τόδʼ· ὥς τις εἶ πάλαι σοφός. Διόνυσος Διόνυσος ἡμᾶς ἐξεμούσωσεν τάδε. Πενθεύς πῶς οὖν γένοιτʼ ἂν ἃ σύ με νουθετεῖς καλῶς; Διόνυσος ἐγὼ στελῶ σε δωμάτων ἔσω μολών. Πενθεύς τίνα στολήν; ἦ θῆλυν; ἀλλʼ αἰδώς μʼ ἔχει. Διόνυσος οὐκέτι θεατὴς μαινάδων πρόθυμος εἶ. Πενθεύς στολὴν δὲ τίνα φῂς ἀμφὶ χρῶτʼ ἐμὸν βαλεῖν; Διόνυσος κόμην μὲν ἐπὶ σῷ κρατὶ ταναὸν ἐκτενῶ. Πενθεύς τὸ δεύτερον δὲ σχῆμα τοῦ κόσμου τί μοι; Διόνυσος πέπλοι ποδήρεις· ἐπὶ κάρᾳ δʼ ἔσται μίτρα. Πενθεύς ἦ καί τι πρὸς τοῖσδʼ ἄλλο προσθήσεις ἐμοί;