ταρβῶ μὲν εἰπεῖν τοὺς λόγους ἐλευθέρους πρὸς τὸν τύραννον, ἀλλʼ ὅμως εἰρήσεται· Διόνυσος ἥσσων οὐδενὸς θεῶν ἔφυ. Πενθεύς ἤδη τόδʼ ἐγγὺς ὥστε πῦρ ὑφάπτεται ὕβρισμα βακχῶν, ψόγος ἐς Ἕλληνας μέγας. ἀλλʼ οὐκ ὀκνεῖν δεῖ· στεῖχʼ ἐπʼ Ἠλέκτρας ἰὼν πύλας· κέλευε πάντας ἀσπιδηφόρους ἵππων τʼ ἀπαντᾶν ταχυπόδων ἐπεμβάτας πέλτας θʼ ὅσοι πάλλουσι καὶ τόξων χερὶ ψάλλουσι νευράς, ὡς ἐπιστρατεύσομεν βάκχαισιν· οὐ γὰρ ἀλλʼ ὑπερβάλλει τάδε, εἰ πρὸς γυναικῶν πεισόμεσθʼ ἃ πάσχομεν. Διόνυσος πείθῃ μὲν οὐδέν, τῶν ἐμῶν λόγων κλύων, Πενθεῦ· κακῶς δὲ πρὸς σέθεν πάσχων ὅμως οὔ φημι χρῆναί σʼ ὅπλʼ ἐπαίρεσθαι θεῷ, ἀλλʼ ἡσυχάζειν· Βρόμιος οὐκ ἀνέξεται κινοῦντα βάκχας σʼ εὐίων ὀρῶν ἄπο. Πενθεύς οὐ μὴ φρενώσεις μʼ, ἀλλὰ δέσμιος φυγὼν σῴσῃ τόδʼ; ἢ σοὶ πάλιν ἀναστρέψω δίκην; Διόνυσος θύοιμʼ ἂν αὐτῷ μᾶλλον ἢ θυμούμενος πρὸς κέντρα λακτίζοιμι θνητὸς ὢν θεῷ. Πενθεύς θύσω, φόνον γε θῆλυν, ὥσπερ ἄξιαι, πολὺν ταράξας ἐν Κιθαιρῶνος πτυχαῖς. Διόνυσος φεύξεσθε πάντες· καὶ τόδʼ αἰσχρόν, ἀσπίδας θύρσοισι βακχῶν ἐκτρέπειν χαλκηλάτους Πενθεύς ἀπόρῳ γε τῷδε συμπεπλέγμεθα ξένῳ, ὃς οὔτε πάσχων οὔτε δρῶν σιγήσεται. Διόνυσος ὦ τᾶν, ἔτʼ ἔστιν εὖ καταστῆσαι τάδε. Πενθεύς τί δρῶντα; δουλεύοντα δουλείαις ἐμαῖς; Διόνυσος ἐγὼ γυναῖκας δεῦρʼ ὅπλων ἄξω δίχα.