μυριάσι χειρῶν ἀγόμενοι νεανίδων. θᾶσσον δὲ διεφοροῦντο σαρκὸς ἐνδυτὰ ἢ σὲ ξυνάψαι βλέφαρα βασιλείοις κόραις. χωροῦσι δʼ ὥστʼ ὄρνιθες ἀρθεῖσαι δρόμῳ πεδίων ὑποτάσεις, αἳ παρʼ Ἀσωποῦ ῥοαῖς εὔκαρπον ἐκβάλλουσι Θηβαίων στάχυν· Ὑσιάς τʼ Ἐρυθράς θʼ, αἳ Κιθαιρῶνος λέπας νέρθεν κατῳκήκασιν, ὥστε πολέμιοι, ἐπεσπεσοῦσαι πάντʼ ἄνω τε καὶ κάτω διέφερον· ἥρπαζον μὲν ἐκ δόμων τέκνα· ὁπόσα δʼ ἐπʼ ὤμοις ἔθεσαν, οὐ δεσμῶν ὕπο προσείχετʼ οὐδʼ ἔπιπτεν ἐς μέλαν πέδον, οὐ χαλκός, οὐ σίδηρος· ἐπὶ δὲ βοστρύχοις πῦρ ἔφερον, οὐδʼ ἔκαιεν. οἳ δʼ ὀργῆς ὕπο ἐς ὅπλʼ ἐχώρουν φερόμενοι βακχῶν ὕπο· οὗπερ τὸ δεινὸν ἦν θέαμʼ ἰδεῖν, ἄναξ. τοῖς μὲν γὰρ οὐχ ᾕμασσε λογχωτὸν βέλος, κεῖναι δὲ θύρσους ἐξανιεῖσαι χερῶν ἐτραυμάτιζον κἀπενώτιζον φυγῇ γυναῖκες ἄνδρας, οὐκ ἄνευ θεῶν τινος. πάλιν δʼ ἐχώρουν ὅθεν ἐκίνησαν πόδα, κρήνας ἐπʼ αὐτὰς ἃς ἀνῆκʼ αὐταῖς θεός. νίψαντο δʼ αἷμα, σταγόνα δʼ ἐκ παρηίδων γλώσσῃ δράκοντες ἐξεφαίδρυνον χροός. τὸν δαίμονʼ οὖν τόνδʼ ὅστις ἔστʼ, ὦ δέσποτα, δέχου πόλει τῇδʼ· ὡς τά τʼ ἄλλʼ ἐστὶν μέγας, κἀκεῖνό φασιν αὐτόν, ὡς ἐγὼ κλύω, τὴν παυσίλυπον ἄμπελον δοῦναι βροτοῖς. οἴνου δὲ μηκέτʼ ὄντος οὐκ ἔστιν Κύπρις οὐδʼ ἄλλο τερπνὸν οὐδὲν ἀνθρώποις ἔτι.