αἳ δʼ ἐν δρυὸς φύλλοισι πρὸς πέδῳ κάρα εἰκῇ βαλοῦσαι σωφρόνως, οὐχ ὡς σὺ φῂς ᾠνωμένας κρατῆρι καὶ λωτοῦ ψόφῳ θηρᾶν καθʼ ὕλην Κύπριν ἠρημωμένας. ἡ σὴ δὲ μήτηρ ὠλόλυξεν ἐν μέσαις σταθεῖσα βάκχαις, ἐξ ὕπνου κινεῖν δέμας, μυκήμαθʼ ὡς ἤκουσε κεροφόρων βοῶν. αἳ δʼ ἀποβαλοῦσαι θαλερὸν ὀμμάτων ὕπνον ἀνῇξαν ὀρθαί, θαῦμʼ ἰδεῖν εὐκοσμίας, νέαι παλαιαὶ παρθένοι τʼ ἔτʼ ἄζυγες. καὶ πρῶτα μὲν καθεῖσαν εἰς ὤμους κόμας νεβρίδας τʼ ἀνεστείλανθʼ ὅσαισιν ἁμμάτων σύνδεσμʼ ἐλέλυτο, καὶ καταστίκτους δορὰς ὄφεσι κατεζώσαντο λιχμῶσιν γένυν. αἳ δʼ ἀγκάλαισι δορκάδʼ ἢ σκύμνους λύκων ἀγρίους ἔχουσαι λευκὸν ἐδίδοσαν γάλα, ὅσαις νεοτόκοις μαστὸς ἦν σπαργῶν ἔτι βρέφη λιπούσαις· ἐπὶ δʼ ἔθεντο κισσίνους στεφάνους δρυός τε μίλακός τʼ ἀνθεσφόρου. θύρσον δέ τις λαβοῦσʼ ἔπαισεν ἐς πέτραν, ὅθεν δροσώδης ὕδατος ἐκπηδᾷ νοτίς· ἄλλη δὲ νάρθηκʼ ἐς πέδον καθῆκε γῆς, καὶ τῇδε κρήνην ἐξανῆκʼ οἴνου θεός· ὅσαις δὲ λευκοῦ πώματος πόθος παρῆν, ἄκροισι δακτύλοισι διαμῶσαι χθόνα γάλακτος ἑσμοὺς εἶχον· ἐκ δὲ κισσίνων θύρσων γλυκεῖαι μέλιτος ἔσταζον ῥοαί. ὥστʼ, εἰ παρῆσθα, τὸν θεὸν τὸν νῦν ψέγεις εὐχαῖσιν ἂν μετῆλθες εἰσιδὼν τάδε. ξυνήλθομεν δὲ βουκόλοι καὶ ποιμένες,