ἐννέπων, ἅπας δʼ ἐν ἔργῳ δοῦλος ἦν, μάτην πονῶν. διαμεθεὶς δὲ τόνδε μόχθον, ὡς ἐμοῦ πεφευγότος, ἵεται ξίφος κελαινὸν ἁρπάσας δόμων ἔσω. κᾆθʼ ὁ Βρόμιος, ὡς ἔμοιγε φαίνεται, δόξαν λέγω, φάσμʼ ἐποίησεν κατʼ αὐλήν· ὃ δʼ ἐπὶ τοῦθʼ ὡρμημένος ᾖσσε κἀκέντει φαεννὸν αἰθέρʼ , ὡς σφάζων ἐμέ. πρὸς δὲ τοῖσδʼ αὐτῷ τάδʼ ἄλλα Βάκχιος λυμαίνεται· δώματʼ ἔρρηξεν χαμᾶζε· συντεθράνωται δʼ ἅπαν πικροτάτους ἰδόντι δεσμοὺς τοὺς ἐμούς· κόπου δʼ ὕπο διαμεθεὶς ξίφος παρεῖται· πρὸς θεὸν γὰρ ὢν ἀνὴρ ἐς μάχην ἐλθεῖν ἐτόλμησε. ἥσυχος δʼ ἐκβὰς ἐγὼ δωμάτων ἥκω πρὸς ὑμᾶς, Πενθέως οὐ φροντίσας. ὡς δέ μοι δοκεῖ — ψοφεῖ γοῦν ἀρβύλη δόμων ἔσω — ἐς προνώπιʼ αὐτίχʼ ἥξει. τί ποτʼ ἄρʼ ἐκ τούτων ἐρεῖ; ῥᾳδίως γὰρ αὐτὸν οἴσω, κἂν πνέων ἔλθῃ μέγα. πρὸς σοφοῦ γὰρ ἀνδρὸς ἀσκεῖν σώφρονʼ εὐοργησίαν. Πενθεύς πέπονθα δεινά· διαπέφευγέ μʼ ὁ ξένος, ὃς ἄρτι δεσμοῖς ἦν κατηναγκασμένος. ἔα ἔα· ὅδʼ ἐστὶν ἁνήρ· τί τάδε; πῶς προνώπιος φαίνῃ πρὸς οἴκοις τοῖς ἐμοῖς, ἔξω βεβώς; Διόνυσος στῆσον πόδʼ, ὀργῇ δʼ ὑπόθες ἥσυχον πόδα. Πενθεύς πόθεν σὺ δεσμὰ διαφυγὼν ἔξω περᾷς; Διόνυσος οὐκ εἶπον—ἢ οὐκ ἤκουσασ—ὅτι λύσει μέ τις; Πενθεύς τίς; τοὺς λόγους γὰρ ἐσφέρεις καινοὺς ἀεί. Διόνυσος ὃς τὴν πολύβοτρυν ἄμπελον φύει βροτοῖς. Πενθεύς Διόνυσος ὠνείδισας δὴ τοῦτο Διονύσῳ καλόν. Πενθεύς κλῄειν κελεύω πάντα πύργον ἐν κύκλῳ. Διόνυσος τί δʼ; οὐχ ὑπερβαίνουσι καὶ τείχη θεοί;