βασίλειά τʼ ἀμφὶ δώματʼ ἐλθοῦσαι τάδε κτυπεῖτε Πενθέως, ὡς ὁρᾷ Κάδμου πόλις. ἐγὼ δὲ βάκχαις, ἐς Κιθαιρῶνος πτυχὰς ἐλθὼν ἵνʼ εἰσί, συμμετασχήσω χορῶν. Χορός Ἀσίας ἀπὸ γᾶς ἱερὸν Τμῶλον ἀμείψασα θοάζω Βρομίῳ πόνον ἡδὺν κάματόν τʼ εὐκάματον, Βάκ- χιον εὐαζομένα. τίς ὁδῷ τίς ὁδῷ; τίς; μελάθροις ἔκτοπος ἔστω, στόμα τʼ εὔφη- μον ἅπας ἐξοσιούσθω· τὰ νομισθέντα γὰρ αἰεὶ Διόνυσον ὑμνήσω. Χορός ὦ μάκαρ, ὅστις εὐδαίμων τελετὰς θεῶν εἰδὼς βιοτὰν ἁγιστεύει καὶ θιασεύεται ψυχὰν ἐν ὄρεσσι βακχεύων ὁσίοις καθαρμοῖσιν, τά τε ματρὸς μεγάλας ὄρ- για Κυβέλας θεμιτεύων, ἀνὰ θύρσον τε τινάσσων, κισσῷ τε στεφανωθεὶς Διόνυσον θεραπεύει. ἴτε βάκχαι, ἴτε βάκχαι, Βρόμιον παῖδα θεὸν θεοῦ Διόνυσον κατάγουσαι Φρυγίων ἐξ ὀρέων Ἑλ-