χώρει· καθείρξατʼ αὐτὸν ἱππικαῖς πέλας φάτναισιν, ὡς ἂν σκότιον εἰσορᾷ κνέφας. ἐκεῖ χόρευε· τάσδε δʼ ἃς ἄγων πάρει κακῶν συνεργοὺς ἢ διεμπολήσομεν ἢ χεῖρα δούπου τοῦδε καὶ βύρσης κτύπου παύσας, ἐφʼ ἱστοῖς δμωίδας κεκτήσομαι. Διόνυσος στείχοιμʼ ἄν· ὅ τι γὰρ μὴ χρεών, οὔτοι χρεὼν παθεῖν. ἀτάρ τοι τῶνδʼ ἄποινʼ ὑβρισμάτων μέτεισι Διόνυσός σʼ, ὃν οὐκ εἶναι λέγεις· ἡμᾶς γὰρ ἀδικῶν κεῖνον εἰς δεσμοὺς ἄγεις. Χορός Ἀχελῴου θύγατερ, πότνιʼ εὐπάρθενε Δίρκα, σὺ γὰρ ἐν σαῖς ποτε παγαῖς τὸ Διὸς βρέφος ἔλαβες, ὅτε μηρῷ πυρὸς ἐξ ἀ- θανάτου Ζεὺς ὁ τεκὼν ἥρ- πασέ νιν, τάδʼ ἀναβοάσας· Ἴθι, Διθύραμβʼ, ἐμὰν ἄρ- σενα τάνδε βᾶθι νηδύν· ἀναφαίνω σε τόδʼ, ὦ Βάκ- χιε, Θήβαις ὀνομάζειν. σὺ δέ μʼ, ὦ μάκαιρα Δίρκα, στεφανηφόρους ἀπωθῇ θιάσους ἔχουσαν ἐν σοί. τί μʼ ἀναίνῃ; τί με φεύγεις; ἔτι ναὶ τὰν βοτρυώδη Διονύσου χάριν οἴνας, ἔτι σοι τοῦ Βρομίου μελήσει. Χορός οἵαν οἵαν ὀργὰν