πολλῶν δʼ ὅδʼ ἁνὴρ θαυμάτων ἥκει πλέως ἐς τάσδε Θήβας. σοὶ δὲ τἄλλα χρὴ μέλειν. Πενθεύς μέθεσθε χειρῶν τοῦδʼ· ἐν ἄρκυσιν γὰρ ὢν οὐκ ἔστιν οὕτως ὠκὺς ὥστε μʼ ἐκφυγεῖν. ἀτὰρ τὸ μὲν σῶμʼ οὐκ ἄμορφος εἶ, ξένε, ὡς ἐς γυναῖκας, ἐφʼ ὅπερ ἐς Θήβας πάρει· πλόκαμός τε γάρ σου ταναός, οὐ πάλης ὕπο, γένυν παρʼ αὐτὴν κεχυμένος, πόθου πλέως· λευκὴν δὲ χροιὰν ἐκ παρασκευῆς ἔχεις, οὐχ ἡλίου βολαῖσιν, ἀλλʼ ὑπὸ σκιᾶς, τὴν Ἀφροδίτην καλλονῇ θηρώμενος. πρῶτον μὲν οὖν μοι λέξον ὅστις εἶ γένος. Διόνυσος οὐ κόμπος οὐδείς· ῥᾴδιον δʼ εἰπεῖν τόδε. τὸν ἀνθεμώδη Τμῶλον οἶσθά που κλύων. Πενθεύς οἶδʼ, ὃς τὸ Σάρδεων ἄστυ περιβάλλει κύκλῳ. Διόνυσος ἐντεῦθέν εἰμι, Λυδία δέ μοι πατρίς. Πενθεύς πόθεν δὲ τελετὰς τάσδʼ ἄγεις ἐς Ἑλλάδα; Διόνυσος Διόνυσος ἡμᾶς εἰσέβησʼ, ὁ τοῦ Διός. Πενθεύς Ζεὺς δʼ ἔστʼ ἐκεῖ τις, ὃς νέους τίκτει θεούς; Διόνυσος οὔκ, ἀλλʼ ὁ Σεμέλην ἐνθάδε ζεύξας γάμοις. Πενθεύς πότερα δὲ νύκτωρ σʼ ἢ κατʼ ὄμμʼ ἠνάγκασεν; Διόνυσος ὁρῶν ὁρῶντα, καὶ δίδωσιν ὄργια. Πενθεύς τὰ δʼ ὄργιʼ ἐστὶ τίνʼ ἰδέαν ἔχοντά σοι; Διόνυσος ἄρρητʼ ἀβακχεύτοισιν εἰδέναι βροτῶν. Πενθεύς ἔχει δʼ ὄνησιν τοῖσι θύουσιν τίνα; Διόνυσος οὐ θέμις ἀκοῦσαί σʼ, ἔστι δʼ ἄξιʼ εἰδέναι. Πενθεύς εὖ τοῦτʼ ἐκιβδήλευσας, ἵνʼ ἀκοῦσαι θέλω. Διόνυσος ἀσέβειαν ἀσκοῦντʼ ὄργιʼ ἐχθαίρει θεοῦ. Πενθεύς τὸν θεὸν ὁρᾶν γὰρ φῂς σαφῶς, ποῖός τις ἦν; Διόνυσος ὁποῖος ἤθελʼ· οὐκ ἐγὼ ʼτασσον τόδε.