ὁ δαίμων ὁ Διὸς παῖς χαίρει μὲν θαλίαισιν, φιλεῖ δʼ ὀλβοδότειραν Εἰ- ρήναν, κουροτρόφον θεάν. ἴσαν δʼ ἔς τε τὸν ὄλβιον τόν τε χείρονα δῶκʼ ἔχειν οἴνου τέρψιν ἄλυπον· μισεῖ δʼ ᾧ μὴ ταῦτα μέλει, κατὰ φάος νύκτας τε φίλας εὐαίωνα διαζῆν, σοφὰν δʼ ἀπέχειν πραπίδα φρένα τε περισσῶν παρὰ φωτῶν· τὸ πλῆθος ὅ τι τὸ φαυλότερον ἐνόμισε χρῆ- ταί τε, τόδʼ ἂν δεχοίμαν. Θεράπων Πενθεῦ, πάρεσμεν τήνδʼ ἄγραν ἠγρευκότες ἐφʼ ἣν ἔπεμψας, οὐδʼ ἄκρανθʼ ὡρμήσαμεν. ὁ θὴρ δʼ ὅδʼ ἡμῖν πρᾶος οὐδʼ ὑπέσπασεν φυγῇ πόδʼ, ἀλλʼ ἔδωκεν οὐκ ἄκων χέρας οὐδʼ ὠχρός, οὐδʼ ἤλλαξεν οἰνωπὸν γένυν, γελῶν δὲ καὶ δεῖν κἀπάγειν ἐφίετο ἔμενέ τε, τοὐμὸν εὐτρεπὲς ποιούμενος. κἀγὼ διʼ αἰδοῦς εἶπον· Ὦ ξένʼ, οὐχ ἑκὼν ἄγω σε, Πενθέως δʼ ὅς μʼ ἔπεμψʼ ἐπιστολαῖς. ἃς δʼ αὖ σὺ βάκχας εἷρξας, ἃς συνήρπασας κἄδησας ἐν δεσμοῖσι πανδήμου στέγης, φροῦδαί γʼ ἐκεῖναι λελυμέναι πρὸς ὀργάδας σκιρτῶσι Βρόμιον ἀνακαλούμεναι θεόν· αὐτόματα δʼ αὐταῖς δεσμὰ διελύθη ποδῶν κλῇδές τʼ ἀνῆκαν θύρετρʼ ἄνευ θνητῆς χερός.