τὸ τέλος δυστυχία· ὁ δὲ τᾶς ἡσυχίας βίοτος καὶ τὸ φρονεῖν ἀσάλευτόν τε μένει καὶ συνέχει δώματα· πόρσω γὰρ ὅμως αἰθέρα ναίον- τες ὁρῶσιν τὰ βροτῶν οὐρανίδαι. τὸ σοφὸν δʼ οὐ σοφία τό τε μὴ θνητὰ φρονεῖν. βραχὺς αἰών· ἐπὶ τούτῳ δέ τις ἂν μεγάλα διώκων τὰ παρόντʼ οὐχὶ φέροι. μαι- νομένων οἵδε τρόποι καὶ κακοβούλων παρʼ ἔμοι- γε φωτῶν. Χορός ἱκοίμαν ποτὶ Κύπρον, νᾶσον τᾶς Ἀφροδίτας, ἵνʼ οἱ θελξίφρονες νέμον- ται θνατοῖσιν Ἔρωτες, Πάφον θʼ ἃν ἑκατόστομοι βαρβάρου ποταμοῦ ῥοαὶ καρπίζουσιν ἄνομβροι. οὗ δʼ ἁ καλλιστευομένα Πιερία μούσειος ἕδρα, σεμνὰ κλιτὺς Ὀλύμπου, ἐκεῖσʼ ἄγε με, Βρόμιε Βρόμιε, πρόβακχʼ εὔιε δαῖμον. ἐκεῖ Χάριτες, ἐκεῖ δὲ Πόθος· ἐκεῖ δὲ βάκ- χαις θέμις ὀργιάζειν.