καὶ τὸ μανιῶδες μαντικὴν πολλὴν ἔχει· ὅταν γὰρ ὁ θεὸς ἐς τὸ σῶμʼ ἔλθῃ πολύς, λέγειν τὸ μέλλον τοὺς μεμηνότας ποιεῖ. Ἄρεώς τε μοῖραν μεταλαβὼν ἔχει τινά· στρατὸν γὰρ ἐν ὅπλοις ὄντα κἀπὶ τάξεσιν φόβος διεπτόησε πρὶν λόγχης θιγεῖν. μανία δὲ καὶ τοῦτʼ ἐστὶ Διονύσου πάρα. ἔτʼ αὐτὸν ὄψῃ κἀπὶ Δελφίσιν πέτραις πηδῶντα σὺν πεύκαισι δικόρυφον πλάκα, πάλλοντα καὶ σείοντα βακχεῖον κλάδον, μέγαν τʼ ἀνʼ Ἑλλάδα. ἀλλʼ ἐμοί, Πενθεῦ, πιθοῦ· μὴ τὸ κράτος αὔχει δύναμιν ἀνθρώποις ἔχειν, μηδʼ, ἢν δοκῇς μέν, ἡ δὲ δόξα σου νοσῇ, φρονεῖν δόκει τι· τὸν θεὸν δʼ ἐς γῆν δέχου καὶ σπένδε καὶ βάκχευε καὶ στέφου κάρα. οὐχ ὁ Διόνυσος σωφρονεῖν ἀναγκάσει γυναῖκας ἐς τὴν Κύπριν, ἀλλʼ ἐν τῇ φύσει τὸ σωφρονεῖν ἔνεστιν εἰς τὰ πάντʼ ἀεί τοῦτο σκοπεῖν χρή· καὶ γὰρ ἐν βακχεύμασιν οὖσʼ ἥ γε σώφρων οὐ διαφθαρήσεται. ὁρᾷς, σὺ χαίρεις, ὅταν ἐφεστῶσιν πύλαις πολλοί, τὸ Πενθέως δʼ ὄνομα μεγαλύνῃ πόλις· κἀκεῖνος, οἶμαι, τέρπεται τιμώμενος. ἐγὼ μὲν οὖν καὶ Κάδμος, ὃν σὺ διαγελᾷς, κισσῷ τʼ ἐρεψόμεσθα καὶ χορεύσομεν, πολιὰ ξυνωρίς, ἀλλʼ ὅμως χορευτέον, κοὐ θεομαχήσω σῶν λόγων πεισθεὶς ὕπο. μαίνῃ γὰρ ὡς ἄλγιστα, κοὔτε φαρμάκοις ἄκη λάβοις ἂν οὔτʼ ἄνευ τούτων νοσεῖς. Χορός ὦ πρέσβυ, Φοῖβόν τʼ οὐ καταισχύνεις λόγοις,