θράσει δὲ δυνατὸς καὶ λέγειν οἷός τʼ ἀνὴρ κακὸς πολίτης γίγνεται νοῦν οὐκ ἔχων. οὗτος δʼ ὁ δαίμων ὁ νέος, ὃν σὺ διαγελᾷς, οὐκ ἂν δυναίμην μέγεθος ἐξειπεῖν ὅσος καθʼ Ἑλλάδʼ ἔσται. δύο γάρ, ὦ νεανία, τὰ πρῶτʼ ἐν ἀνθρώποισι· Δημήτηρ θεά— γῆ δʼ ἐστίν, ὄνομα δʼ ὁπότερον βούλῃ κάλει· αὕτη μὲν ἐν ξηροῖσιν ἐκτρέφει βροτούς· ὃς δʼ ἦλθʼ ἔπειτʼ, ἀντίπαλον ὁ Σεμέλης γόνος βότρυος ὑγρὸν πῶμʼ ηὗρε κεἰσηνέγκατο θνητοῖς, ὃ παύει τοὺς ταλαιπώρους βροτοὺς λύπης, ὅταν πλησθῶσιν ἀμπέλου ῥοῆς, ὕπνον τε λήθην τῶν καθʼ ἡμέραν κακῶν δίδωσιν, οὐδʼ ἔστʼ ἄλλο φάρμακον πόνων. οὗτος θεοῖσι σπένδεται θεὸς γεγώς, ὥστε διὰ τοῦτον τἀγάθʼ ἀνθρώπους ἔχειν. καὶ καταγελᾷς νιν, ὡς ἐνερράφη Διὸς μηρῷ; διδάξω σʼ ὡς καλῶς ἔχει τόδε. ἐπεί νιν ἥρπασʼ ἐκ πυρὸς κεραυνίου Ζεύς, ἐς δʼ Ὄλυμπον βρέφος ἀνήγαγεν θεόν, Ἥρα νιν ἤθελʼ ἐκβαλεῖν ἀπʼ οὐρανοῦ· Ζεὺς δʼ ἀντεμηχανήσαθʼ οἷα δὴ θεός. ῥήξας μέρος τι τοῦ χθόνʼ ἐγκυκλουμένου αἰθέρος, ἔθηκε τόνδʼ ὅμηρον ἐκδιδούς, Διόνυσον Ἥρας νεικέων· χρόνῳ δέ νιν βροτοὶ ῥαφῆναί φασιν ἐν μηρῷ Διός, ὄνομα μεταστήσαντες, ὅτι θεᾷ θεὸς Ἥρᾳ ποθʼ ὡμήρευσε, συνθέντες λόγον. μάντις δʼ ὁ δαίμων ὅδε· τὸ γὰρ βακχεύσιμον