ἐπεὶ σὺ φέγγος, Τειρεσία, τόδʼ οὐχ ὁρᾷς, ἐγὼ προφήτης σοι λόγων γενήσομαι. Πενθεὺς πρὸς οἴκους ὅδε διὰ σπουδῆς περᾷ, Ἐχίονος παῖς, ᾧ κράτος δίδωμι γῆς. ὡς ἐπτόηται· τί ποτʼ ἐρεῖ νεώτερον; Πενθεύς ἔκδημος ὢν μὲν τῆσδʼ ἐτύγχανον χθονός, κλύω δὲ νεοχμὰ τήνδʼ ἀνὰ πτόλιν κακά, γυναῖκας ἡμῖν δώματʼ ἐκλελοιπέναι πλασταῖσι βακχείαισιν, ἐν δὲ δασκίοις ὄρεσι θοάζειν, τὸν νεωστὶ δαίμονα Διόνυσον, ὅστις ἔστι, τιμώσας χοροῖς· πλήρεις δὲ θιάσοις ἐν μέσοισιν ἑστάναι κρατῆρας, ἄλλην δʼ ἄλλοσʼ εἰς ἐρημίαν πτώσσουσαν εὐναῖς ἀρσένων ὑπηρετεῖν, πρόφασιν μὲν ὡς δὴ μαινάδας θυοσκόους, τὴν δʼ Ἀφροδίτην πρόσθʼ ἄγειν τοῦ Βακχίου. ὅσας μὲν οὖν εἴληφα, δεσμίους χέρας σῴζουσι πανδήμοισι πρόσπολοι στέγαις· ὅσαι δʼ ἄπεισιν, ἐξ ὄρους θηράσομαι, Ἰνώ τʼ Ἀγαύην θʼ, ἥ μʼ ἔτικτʼ Ἐχίονι, Ἀκταίονός τε μητέρʼ, Αὐτονόην λέγω. καὶ σφᾶς σιδηραῖς ἁρμόσας ἐν ἄρκυσιν παύσω κακούργου τῆσδε βακχείας τάχα. λέγουσι δʼ ὥς τις εἰσελήλυθε ξένος, γόης ἐπῳδὸς Λυδίας ἀπὸ χθονός, ξανθοῖσι βοστρύχοισιν εὐοσμῶν κόμην, οἰνῶπας ὄσσοις χάριτας Ἀφροδίτης ἔχων, ὃς ἡμέρας τε κεὐφρόνας συγγίγνεται τελετὰς προτείνων εὐίους νεάνισιν. εἰ δʼ αὐτὸν εἴσω τῆσδε λήψομαι στέγης,