δεῖ γάρ νιν ὄντα παῖδα θυγατρὸς ἐξ ἐμῆς Διόνυσον ὃς πέφηνεν ἀνθρώποις θεὸς ὅσον καθʼ ἡμᾶς δυνατὸν αὔξεσθαι μέγαν. ποῖ δεῖ χορεύειν, ποῖ καθιστάναι πόδα καὶ κρᾶτα σεῖσαι πολιόν; ἐξηγοῦ σύ μοι γέρων γέροντι, Τειρεσία· σὺ γὰρ σοφός. ὡς οὐ κάμοιμʼ ἂν οὔτε νύκτʼ οὔθʼ ἡμέραν θύρσῳ κροτῶν γῆν· ἐπιλελήσμεθʼ ἡδέως γέροντες ὄντες. Τειρεσίας ταὔτʼ ἐμοὶ πάσχεις ἄρα· κἀγὼ γὰρ ἡβῶ κἀπιχειρήσω χοροῖς. Κάδμος οὐκοῦν ὄχοισιν εἰς ὄρος περάσομεν; Τειρεσίας ἀλλʼ οὐχ ὁμοίως ἂν ὁ θεὸς τιμὴν ἔχοι. Κάδμος γέρων γέροντα παιδαγωγήσω σʼ ἐγώ. Τειρεσίας ὁ θεὸς ἀμοχθὶ κεῖσε νῷν ἡγήσεται. Κάδμος μόνοι δὲ πόλεως Βακχίῳ χορεύσομεν; Τειρεσίας μόνοι γὰρ εὖ φρονοῦμεν, οἱ δʼ ἄλλοι κακῶς. Κάδμος μακρὸν τὸ μέλλειν· ἀλλʼ ἐμῆς ἔχου χερός. Τειρεσίας ἰδού, ξύναπτε καὶ ξυνωρίζου χέρα. Κάδμος οὐ καταφρονῶ ʼγὼ τῶν θεῶν θνητὸς γεγώς. Τειρεσίας οὐδὲν σοφιζόμεσθα τοῖσι δαίμοσιν. πατρίους παραδοχάς, ἅς θʼ ὁμήλικας χρόνῳ κεκτήμεθʼ, οὐδεὶς αὐτὰ καταβαλεῖ λόγος, οὐδʼ εἰ διʼ ἄκρων τὸ σοφὸν ηὕρηται φρενῶν. ἐρεῖ τις ὡς τὸ γῆρας οὐκ αἰσχύνομαι, μέλλων χορεύειν κρᾶτα κισσώσας ἐμόν; οὐ γὰρ διῄρηχʼ ὁ θεός, οὔτε τὸν νέον εἰ χρὴ χορεύειν οὔτε τὸν γεραίτερον, ἀλλʼ ἐξ ἁπάντων βούλεται τιμὰς ἔχειν κοινάς, διαριθμῶν δʼ οὐδένʼ αὔξεσθαι θέλει.