πυρσώδη φλόγα πεύκας ἐκ νάρθηκος ἀίσσει δρόμῳ καὶ χοροῖσιν πλανάτας ἐρεθίζων ἰαχαῖς τʼ ἀναπάλλων, τρυφερόν τε πλόκαμον εἰς αἰθέρα ῥίπτων. ἅμα δʼ εὐάσμασι τοιάδʼ ἐπιβρέμει· Ὦ ἴτε βάκχαι, ὦ ἴτε βάκχαι, Τμώλου χρυσορόου χλιδᾷ μέλπετε τὸν Διόνυσον βαρυβρόμων ὑπὸ τυμπάνων, εὔια τὸν εὔιον ἀγαλλόμεναι θεὸν ἐν Φρυγίαισι βοαῖς ἐνοπαῖσί τε, λωτὸς ὅταν εὐκέλαδος ἱερὸς ἱερὰ παίγματα βρέμῃ, σύνοχα φοιτάσιν εἰς ὄρος εἰς ὄρος· ἡδομέ- να δʼ ἄρα, πῶλος ὅπως ἅμα ματέρι φορβάδι, κῶλον ἄγει ταχύπουν σκιρτήμασι βάκχα. Τειρεσίας τίς ἐν πύλαισι; Κάδμον ἐκκάλει δόμων, Ἀγήνορος παῖδʼ, ὃς πόλιν Σιδωνίαν λιπὼν ἐπύργωσʼ ἄστυ Θηβαίων τόδε. ἴτω τις, εἰσάγγελλε Τειρεσίας ὅτι ζητεῖ νιν· οἶδε δʼ αὐτὸς ὧν ἥκω πέρι ἅ τε ξυνεθέμην πρέσβυς ὢν γεραιτέρῳ, θύρσους ἀνάπτειν καὶ νεβρῶν δορὰς ἔχειν στεφανοῦν τε κρᾶτα κισσίνοις βλαστήμασιν. Κάδμος ὦ φίλταθʼ, ὡς σὴν γῆρυν ᾐσθόμην κλύων σοφὴν σοφοῦ παρʼ ἀνδρός, ἐν δόμοισιν ὤν· ἥκω δʼ ἕτοιμος τήνδʼ ἔχων σκευὴν θεοῦ·