ἔλθοιμι δʼ ὅπου μήτε Κιθαιρὼν ἔμʼ ἴδοι μιαρὸς μήτε Κιθαιρῶνʼ ὄσσοισιν ἐγώ, μήθʼ ὅθι θύρσου μνῆμʼ ἀνάκειται· Βάκχαις δʼ ἄλλαισι μέλοιεν. Χορός πολλαὶ μορφαὶ τῶν δαιμονίων, πολλὰ δʼ ἀέλπτως κραίνουσι θεοί· καὶ τὰ δοκηθέντʼ οὐκ ἐτελέσθη, τῶν δʼ ἀδοκήτων πόρον ηὗρε θεός. τοιόνδʼ ἀπέβη τόδε πρᾶγμα.