δεινῶς γὰρ τάνδʼ αἰκείαν Διόνυσος ἄναξ τοὺς σοὺς εἰς οἴκους ἔφερεν. Διόνυσος καὶ γὰρ ἔπασχον δεινὰ πρὸς ὑμῶν, ἀγέραστον ἔχων ὄνομʼ ἐν Θήβαις. Ἀγαύη χαῖρε, πάτερ, μοι. Κάδμος χαῖρʼ, ὦ μελέα θύγατερ. χαλεπῶς δʼ ἐς τόδʼ ἂν ἥκοις. Ἀγαύη ἄγετʼ, ὦ πομποί, με κασιγνήτας ἵνα συμφυγάδας ληψόμεθʼ οἰκτράς.