ποῖ γὰρ τράπωμαι πατρίδος ἐκβεβλημένη; Κάδμος οὐκ οἶδα, τέκνον· μικρὸς ἐπίκουρος πατήρ. Ἀγαύη χαῖρʼ, ὦ μέλαθρον, χαῖρʼ, ὦ πατρία πόλις· ἐκλείπω σʼ ἐπὶ δυστυχίᾳ φυγὰς ἐκ θαλάμων. Κάδμος στεῖχέ νυν, ὦ παῖ, τὸν Ἀρισταίου Ἀγαύη στένομαί σε, πάτερ. Κάδμος κἀγὼ σέ , τέκνον, καὶ σὰς ἐδάκρυσα κασιγνήτας.