ἐς Ἑλλάδʼ ἀγαγεῖν μιγάδα βάρβαρον στρατόν. καὶ τὴν Ἄρεως παῖδʼ Ἁρμονίαν, δάμαρτʼ ἐμήν, δράκων δρακαίνης φύσιν ἔχουσαν ἀγρίαν ἄξω ʼπὶ βωμοὺς καὶ τάφους Ἑλληνικούς, ἡγούμενος λόγχαισιν· οὐδὲ παύσομαι κακῶν ὁ τλήμων, οὐδὲ τὸν καταιβάτην Ἀχέροντα πλεύσας ἥσυχος γενήσομαι. Ἀγαύη ὦ πάτερ, ἐγὼ δὲ σοῦ στερεῖσα φεύξομαι. Κάδμος τί μʼ ἀμφιβάλλεις χερσίν, ὦ τάλαινα παῖ, ὄρνις ὅπως κηφῆνα πολιόχρων κύκνος; Ἀγαύη ποῖ γὰρ τράπωμαι πατρίδος ἐκβεβλημένη; Κάδμος οὐκ οἶδα, τέκνον· μικρὸς ἐπίκουρος πατήρ. Ἀγαύη χαῖρʼ, ὦ μέλαθρον, χαῖρʼ, ὦ πατρία πόλις· ἐκλείπω σʼ ἐπὶ δυστυχίᾳ φυγὰς ἐκ θαλάμων. Κάδμος στεῖχέ νυν, ὦ παῖ, τὸν Ἀρισταίου Ἀγαύη στένομαί σε, πάτερ. Κάδμος κἀγὼ σέ , τέκνον, καὶ σὰς ἐδάκρυσα κασιγνήτας. Ἀγαύη δεινῶς γὰρ τάνδʼ αἰκείαν Διόνυσος ἄναξ τοὺς σοὺς εἰς οἴκους ἔφερεν. Διόνυσος καὶ γὰρ ἔπασχον δεινὰ πρὸς ὑμῶν, ἀγέραστον ἔχων ὄνομʼ ἐν Θήβαις. Ἀγαύη χαῖρε, πάτερ, μοι. Κάδμος χαῖρʼ, ὦ μελέα θύγατερ. χαλεπῶς δʼ ἐς τόδʼ ἂν ἥκοις. Ἀγαύη ἄγετʼ, ὦ πομποί, με κασιγνήτας ἵνα συμφυγάδας ληψόμεθʼ οἰκτράς.