ἐς Ἑλλάδʼ ἀγαγεῖν μιγάδα βάρβαρον στρατόν. καὶ τὴν Ἄρεως παῖδʼ Ἁρμονίαν, δάμαρτʼ ἐμήν, δράκων δρακαίνης φύσιν ἔχουσαν ἀγρίαν ἄξω ʼπὶ βωμοὺς καὶ τάφους Ἑλληνικούς, ἡγούμενος λόγχαισιν· οὐδὲ παύσομαι κακῶν ὁ τλήμων, οὐδὲ τὸν καταιβάτην Ἀχέροντα πλεύσας ἥσυχος γενήσομαι. Ἀγαύη ὦ πάτερ, ἐγὼ δὲ σοῦ στερεῖσα φεύξομαι. Κάδμος τί μʼ ἀμφιβάλλεις χερσίν, ὦ τάλαινα παῖ, ὄρνις ὅπως κηφῆνα πολιόχρων κύκνος;