ἐγνώκαμεν ταῦτʼ· ἀλλʼ ἐπεξέρχῃ λίαν. Διόνυσος καὶ γὰρ πρὸς ὑμῶν θεὸς γεγὼς ὑβριζόμην. Κάδμος ὀργὰς πρέπει θεοὺς οὐχ ὁμοιοῦσθαι βροτοῖς. Διόνυσος πάλαι τάδε Ζεὺς οὑμὸς ἐπένευσεν πατήρ. Ἀγαύη αἰαῖ, δέδοκται, πρέσβυ, τλήμονες φυγαί. Διόνυσος τί δῆτα μέλλεθʼ ἅπερ ἀναγκαίως ἔχει; Κάδμος ὦ τέκνον, ὡς ἐς δεινὸν ἤλθομεν κακὸν πάντες, σύ θʼ ἡ τάλαινα σύγγονοί τε σαί, ἐγώ θʼ ὁ τλήμων· βαρβάρους ἀφίξομαι γέρων μέτοικος· ἔτι δέ μοι τὸ θέσφατον