πόλεις· ὅταν δὲ Λοξίου χρηστήριον διαρπάσωσι, νόστον ἄθλιον πάλιν σχήσουσι· σὲ δʼ Ἄρης Ἁρμονίαν τε ῥύσεται μακάρων τʼ ἐς αἶαν σὸν καθιδρύσει βίον. ταῦτʼ οὐχὶ θνητοῦ πατρὸς ἐκγεγὼς λέγω Διόνυσος, ἀλλὰ Ζηνός· εἰ δὲ σωφρονεῖν ἔγνωθʼ, ὅτʼ οὐκ ἠθέλετε, τὸν Διὸς γόνον εὐδαιμονεῖτʼ ἂν σύμμαχον κεκτημένοι. Κάδμος Διόνυσε, λισσόμεσθά σʼ, ἠδικήκαμεν. Διόνυσος ὄψʼ ἐμάθεθʼ ἡμᾶς, ὅτε δὲ χρῆν, οὐκ ᾔδετε.