τὸ μὲν σὸν ἀλγῶ, Κάδμε· σὸς δʼ ἔχει δίκην παῖς παιδὸς ἀξίαν μέν, ἀλγεινὴν δὲ σοί. Ἀγαύη ὦ πάτερ, ὁρᾷς γὰρ τἄμʼ ὅσῳ μετεστράφη Διονυσος δράκων γενήσῃ μεταβαλών, δάμαρ τε σὴ ἐκθηριωθεῖσʼ ὄφεος ἀλλάξει τύπον, ἣν Ἄρεος ἔσχες Ἁρμονίαν θνητὸς γεγώς. ὄχον δὲ μόσχων, χρησμὸς ὡς λέγει Διός, ἐλᾷς μετʼ ἀλόχου, βαρβάρων ἡγούμενος. πολλὰς δὲ πέρσεις ἀναρίθμῳ στρατεύματι πόλεις· ὅταν δὲ Λοξίου χρηστήριον διαρπάσωσι, νόστον ἄθλιον πάλιν σχήσουσι· σὲ δʼ Ἄρης Ἁρμονίαν τε ῥύσεται μακάρων τʼ ἐς αἶαν σὸν καθιδρύσει βίον. ταῦτʼ οὐχὶ θνητοῦ πατρὸς ἐκγεγὼς λέγω Διόνυσος, ἀλλὰ Ζηνός· εἰ δὲ σωφρονεῖν ἔγνωθʼ, ὅτʼ οὐκ ἠθέλετε, τὸν Διὸς γόνον εὐδαιμονεῖτʼ ἂν σύμμαχον κεκτημένοι. Κάδμος Διόνυσε, λισσόμεσθά σʼ, ἠδικήκαμεν. Διόνυσος ὄψʼ ἐμάθεθʼ ἡμᾶς, ὅτε δὲ χρῆν, οὐκ ᾔδετε. Κάδμος ἐγνώκαμεν ταῦτʼ· ἀλλʼ ἐπεξέρχῃ λίαν. Διόνυσος καὶ γὰρ πρὸς ὑμῶν θεὸς γεγὼς ὑβριζόμην. Κάδμος ὀργὰς πρέπει θεοὺς οὐχ ὁμοιοῦσθαι βροτοῖς. Διόνυσος πάλαι τάδε Ζεὺς οὑμὸς ἐπένευσεν πατήρ. Ἀγαύη αἰαῖ, δέδοκται, πρέσβυ, τλήμονες φυγαί. Διόνυσος τί δῆτα μέλλεθʼ ἅπερ ἀναγκαίως ἔχει; Κάδμος ὦ τέκνον, ὡς ἐς δεινὸν ἤλθομεν κακὸν πάντες, σύ θʼ ἡ τάλαινα σύγγονοί τε σαί, ἐγώ θʼ ὁ τλήμων· βαρβάρους ἀφίξομαι γέρων μέτοικος· ἔτι δέ μοι τὸ θέσφατον