αἴσχιστα καὶ κάκιστα κατθανόνθʼ ὁρῶ, ᾧ δῶμʼ ἀνέβλεφʼ—ὃς συνεῖχες, ὦ τέκνον, τοὐμὸν μέλαθρον, παιδὸς ἐξ ἐμῆς γεγώς, πόλει τε τάρβος ἦσθα· τὸν γέροντα δὲ οὐδεὶς ὑβρίζειν ἤθελʼ εἰσορῶν τὸ σὸν κάρα· δίκην γὰρ ἀξίαν ἐλάμβανες. νῦν δʼ ἐκ δόμων ἄτιμος ἐκβεβλήσομαι ὁ Κάδμος ὁ μέγας, ὃς τὸ Θηβαίων γένος ἔσπειρα κἀξήμησα κάλλιστον θέρος. ὦ φίλτατʼ ἀνδρῶν—καὶ γὰρ οὐκέτʼ ὢν ὅμως