τὸ φίλτατον δὲ σῶμα ποῦ παιδός, πάτερ; Κάδμος ἐγὼ μόλις τόδʼ ἐξερευνήσας φέρω. Ἀγαύη ἦ πᾶν ἐν ἄρθροις συγκεκλῃμένον καλῶς; Κάδμος Ἀγαύη Πενθεῖ δὲ τί μέρος ἀφροσύνης προσῆκʼ ἐμῆς; Κάδμος ὑμῖν ἐγένεθʼ ὅμοιος, οὐ σέβων θεόν. τοιγὰρ συνῆψε πάντας ἐς μίαν βλάβην, ὑμᾶς τε τόνδε θʼ, ὥστε διολέσαι δόμους κἄμʼ, ὅστις ἄτεκνος ἀρσένων παίδων γεγὼς τῆς σῆς τόδʼ ἔρνος, ὦ τάλαινα, νηδύος αἴσχιστα καὶ κάκιστα κατθανόνθʼ ὁρῶ, ᾧ δῶμʼ ἀνέβλεφʼ—ὃς συνεῖχες, ὦ τέκνον, τοὐμὸν μέλαθρον, παιδὸς ἐξ ἐμῆς γεγώς, πόλει τε τάρβος ἦσθα· τὸν γέροντα δὲ οὐδεὶς ὑβρίζειν ἤθελʼ εἰσορῶν τὸ σὸν κάρα· δίκην γὰρ ἀξίαν ἐλάμβανες. νῦν δʼ ἐκ δόμων ἄτιμος ἐκβεβλήσομαι ὁ Κάδμος ὁ μέγας, ὃς τὸ Θηβαίων γένος ἔσπειρα κἀξήμησα κάλλιστον θέρος. ὦ φίλτατʼ ἀνδρῶν—καὶ γὰρ οὐκέτʼ ὢν ὅμως τῶν φιλτάτων ἔμοιγʼ ἀριθμήσῃ, τέκνον— οὐκέτι γενείου τοῦδε θιγγάνων χερί, τὸν μητρὸς αὐδῶν πατέρα προσπτύξῃ, τέκνον, λέγων· Τίς ἀδικεῖ, τίς σʼ ἀτιμάζει, γέρον; τίς σὴν ταράσσει καρδίαν λυπηρὸς ὤν; λέγʼ, ὡς κολάζω τὸν ἀδικοῦντά σʼ, ὦ πάτερ. νῦν δʼ ἄθλιος μέν εἰμʼ ἐγώ, τλήμων δὲ σύ. οἰκτρὰ δὲ μήτηρ, τλήμονες δὲ σύγγονοι. εἰ δʼ ἔστιν ὅστις δαιμόνων ὑπερφρονεῖ, ἐς τοῦδʼ ἀθρήσας θάνατον ἡγείσθω θεούς.