λέγʼ, ὡς τὸ μέλλον καρδία πήδημʼ ἔχει. Κάδμος σύ νιν κατέκτας καὶ κασίγνηται σέθεν. Ἀγαύη ποῦ δʼ ὤλετʼ; ἦ κατʼ οἶκον; ἢ ποίοις τόποις; Κάδμος οὗπερ πρὶν Ἀκτέωνα διέλαχον κύνες. Ἀγαύη τί δʼ ἐς Κιθαιρῶνʼ ἦλθε δυσδαίμων ὅδε; Κάδμος ἐκερτόμει θεὸν σάς τε βακχείας μολών. Ἀγαύη ἡμεῖς δʼ ἐκεῖσε τίνι τρόπῳ κατήραμεν; Κάδμος ἐμάνητε, πᾶσά τʼ ἐξεβακχεύθη πόλις. Ἀγαύη Διόνυσος ἡμᾶς ὤλεσʼ, ἄρτι μανθάνω. Κάδμος ὕβριν γʼ ὑβρισθείς· θεὸν γὰρ οὐχ ἡγεῖσθέ νιν.