λέοντος, ὥς γʼ ἔφασκον αἱ θηρώμεναι. Κάδμος σκέψαι νυν ὀρθῶς· βραχὺς ὁ μόχθος εἰσιδεῖν. Ἀγαύη ἔα, τί λεύσσω; τί φέρομαι τόδʼ ἐν χεροῖν; Κάδμος ἄθρησον αὐτὸ καὶ σαφέστερον μάθε. Ἀγαύη ὁρῶ μέγιστον ἄλγος ἡ τάλαινʼ ἐγώ. Κάδμος μῶν σοι λέοντι φαίνεται προσεικέναι; Ἀγαύη οὔκ, ἀλλὰ Πενθέως ἡ τάλαινʼ ἔχω κάρα. Κάδμος ᾠμωγμένον γε πρόσθεν ἢ σὲ γνωρίσαι. Ἀγαύη τίς ἔκτανέν νιν;—πῶς ἐμὰς ἦλθεν χέρας; Κάδμος δύστηνʼ ἀλήθειʼ, ὡς ἐν οὐ καιρῷ πάρει.