τὸ δὲ πτοηθὲν τόδʼ ἔτι σῇ ψυχῇ πάρα; Ἀγαύη οὐκ οἶδα τοὔπος τοῦτο. γίγνομαι δέ πως ἔννους, μετασταθεῖσα τῶν πάρος φρενῶν. Κάδμος κλύοις ἂν οὖν τι κἀποκρίναιʼ ἂν σαφῶς; Ἀγαύη ὡς ἐκλέλησμαί γʼ ἃ πάρος εἴπομεν, πάτερ. Κάδμος ἐς ποῖον ἦλθες οἶκον ὑμεναίων μέτα; Ἀγαύη Σπαρτῷ μʼ ἔδωκας, ὡς λέγουσʼ, Ἐχίονι. Κάδμος τίς οὖν ἐν οἴκοις παῖς ἐγένετο σῷ πόσει; Ἀγαύη Πενθεύς, ἐμῇ τε καὶ πατρὸς κοινωνίᾳ. Κάδμος τίνος πρόσωπον δῆτʼ ἐν ἀγκάλαις ἔχεις; Ἀγαύη λέοντος, ὥς γʼ ἔφασκον αἱ θηρώμεναι. Κάδμος σκέψαι νυν ὀρθῶς· βραχὺς ὁ μόχθος εἰσιδεῖν. Ἀγαύη ἔα, τί λεύσσω; τί φέρομαι τόδʼ ἐν χεροῖν; Κάδμος ἄθρησον αὐτὸ καὶ σαφέστερον μάθε. Ἀγαύη ὁρῶ μέγιστον ἄλγος ἡ τάλαινʼ ἐγώ. Κάδμος μῶν σοι λέοντι φαίνεται προσεικέναι; Ἀγαύη οὔκ, ἀλλὰ Πενθέως ἡ τάλαινʼ ἔχω κάρα. Κάδμος ᾠμωγμένον γε πρόσθεν ἢ σὲ γνωρίσαι. Ἀγαύη τίς ἔκτανέν νιν;—πῶς ἐμὰς ἦλθεν χέρας; Κάδμος δύστηνʼ ἀλήθειʼ, ὡς ἐν οὐ καιρῷ πάρει. Ἀγαύη λέγʼ, ὡς τὸ μέλλον καρδία πήδημʼ ἔχει. Κάδμος σύ νιν κατέκτας καὶ κασίγνηται σέθεν. Ἀγαύη ποῦ δʼ ὤλετʼ; ἦ κατʼ οἶκον; ἢ ποίοις τόποις; Κάδμος οὗπερ πρὶν Ἀκτέωνα διέλαχον κύνες. Ἀγαύη τί δʼ ἐς Κιθαιρῶνʼ ἦλθε δυσδαίμων ὅδε; Κάδμος ἐκερτόμει θεὸν σάς τε βακχείας μολών. Ἀγαύη ἡμεῖς δʼ ἐκεῖσε τίνι τρόπῳ κατήραμεν; Κάδμος ἐμάνητε, πᾶσά τʼ ἐξεβακχεύθη πόλις. Ἀγαύη Διόνυσος ἡμᾶς ὤλεσʼ, ἄρτι μανθάνω. Κάδμος ὕβριν γʼ ὑβρισθείς· θεὸν γὰρ οὐχ ἡγεῖσθέ νιν.