τὸ δὲ πτοηθὲν τόδʼ ἔτι σῇ ψυχῇ πάρα; Ἀγαύη οὐκ οἶδα τοὔπος τοῦτο. γίγνομαι δέ πως ἔννους, μετασταθεῖσα τῶν πάρος φρενῶν. Κάδμος κλύοις ἂν οὖν τι κἀποκρίναιʼ ἂν σαφῶς; Ἀγαύη ὡς ἐκλέλησμαί γʼ ἃ πάρος εἴπομεν, πάτερ. Κάδμος ἐς ποῖον ἦλθες οἶκον ὑμεναίων μέτα; Ἀγαύη Σπαρτῷ μʼ ἔδωκας, ὡς λέγουσʼ, Ἐχίονι. Κάδμος τίς οὖν ἐν οἴκοις παῖς ἐγένετο σῷ πόσει; Ἀγαύη Πενθεύς, ἐμῇ τε καὶ πατρὸς κοινωνίᾳ. Κάδμος τίνος πρόσωπον δῆτʼ ἐν ἀγκάλαις ἔχεις;