καλέσειεν, ὡς ἴδῃ με τὴν εὐδαίμονα; Κάδμος φεῦ φεῦ· φρονήσασαι μὲν οἷʼ ἐδράσατε ἀλγήσετʼ ἄλγος δεινόν· εἰ δὲ διὰ τέλους ἐν τῷδʼ ἀεὶ μενεῖτʼ ἐν ᾧ καθέστατε, οὐκ εὐτυχοῦσαι δόξετʼ οὐχὶ δυστυχεῖν. Ἀγαύη τί δʼ οὐ καλῶς τῶνδʼ ἢ τί λυπηρῶς ἔχει; Κάδμος πρῶτον μὲν ἐς τόνδʼ αἰθέρʼ ὄμμα σὸν μέθες. Ἀγαύη ἰδού· τί μοι τόνδʼ ἐξυπεῖπας εἰσορᾶν; Κάδμος ἔθʼ αὑτὸς ἤ σοι μεταβολὰς ἔχειν δοκεῖ; Ἀγαύη λαμπρότερος ἢ πρὶν καὶ διειπετέστερος.