οἴμοι κακῶν μὲν πρῶτα σῶν, ἔπειτʼ ἐμῶν· ὡς ὁ θεὸς ἡμᾶς ἐνδίκως μέν, ἀλλʼ ἄγαν, Βρόμιος ἄναξ ἀπώλεσʼ οἰκεῖος γεγώς. Ἀγαύη ὡς δύσκολον τὸ γῆρας ἀνθρώποις ἔφυ ἔν τʼ ὄμμασι σκυθρωπόν. εἴθε παῖς ἐμὸς εὔθηρος εἴη, μητρὸς εἰκασθεὶς τρόποις, ὅτʼ ἐν νεανίαισι Θηβαίοις ἅμα θηρῶν ὀριγνῷτʼ· ἀλλὰ θεομαχεῖν μόνον οἷός τʼ ἐκεῖνος. νουθετητέος, πάτερ, σοὐστίν. τίς αὐτὸν δεῦρʼ ἂν ὄψιν εἰς ἐμὴν