φέρω δʼ ἐν ὠλέναισιν, ὡς ὁρᾷς, τάδε λαβοῦσα τἀριστεῖα, σοῖσι πρὸς δόμοις ὡς ἀγκρεμασθῇ· σὺ δέ, πάτερ, δέξαι χεροῖν· γαυρούμενος δὲ τοῖς ἐμοῖς ἀγρεύμασιν κάλει φίλους ἐς δαῖτα· μακάριος γὰρ εἶ, μακάριος, ἡμῶν τοιάδʼ ἐξειργασμένων. Κάδμος ὦ πένθος οὐ μετρητὸν οὐδʼ οἷόν τʼ ἰδεῖν, φόνον ταλαίναις χερσὶν ἐξειργασμένων. καλὸν τὸ θῦμα καταβαλοῦσα δαίμοσιν ἐπὶ δαῖτα Θήβας τάσδε κἀμὲ παρακαλεῖς. οἴμοι κακῶν μὲν πρῶτα σῶν, ἔπειτʼ ἐμῶν· ὡς ὁ θεὸς ἡμᾶς ἐνδίκως μέν, ἀλλʼ ἄγαν, Βρόμιος ἄναξ ἀπώλεσʼ οἰκεῖος γεγώς. Ἀγαύη ὡς δύσκολον τὸ γῆρας ἀνθρώποις ἔφυ ἔν τʼ ὄμμασι σκυθρωπόν. εἴθε παῖς ἐμὸς εὔθηρος εἴη, μητρὸς εἰκασθεὶς τρόποις, ὅτʼ ἐν νεανίαισι Θηβαίοις ἅμα θηρῶν ὀριγνῷτʼ· ἀλλὰ θεομαχεῖν μόνον οἷός τʼ ἐκεῖνος. νουθετητέος, πάτερ, σοὐστίν. τίς αὐτὸν δεῦρʼ ἂν ὄψιν εἰς ἐμὴν καλέσειεν, ὡς ἴδῃ με τὴν εὐδαίμονα; Κάδμος φεῦ φεῦ· φρονήσασαι μὲν οἷʼ ἐδράσατε ἀλγήσετʼ ἄλγος δεινόν· εἰ δὲ διὰ τέλους ἐν τῷδʼ ἀεὶ μενεῖτʼ ἐν ᾧ καθέστατε, οὐκ εὐτυχοῦσαι δόξετʼ οὐχὶ δυστυχεῖν. Ἀγαύη τί δʼ οὐ καλῶς τῶνδʼ ἢ τί λυπηρῶς ἔχει; Κάδμος πρῶτον μὲν ἐς τόνδʼ αἰθέρʼ ὄμμα σὸν μέθες. Ἀγαύη ἰδού· τί μοι τόνδʼ ἐξυπεῖπας εἰσορᾶν; Κάδμος ἔθʼ αὑτὸς ἤ σοι μεταβολὰς ἔχειν δοκεῖ; Ἀγαύη λαμπρότερος ἢ πρὶν καὶ διειπετέστερος.