φέρω δʼ ἐν ὠλέναισιν, ὡς ὁρᾷς, τάδε λαβοῦσα τἀριστεῖα, σοῖσι πρὸς δόμοις ὡς ἀγκρεμασθῇ· σὺ δέ, πάτερ, δέξαι χεροῖν· γαυρούμενος δὲ τοῖς ἐμοῖς ἀγρεύμασιν κάλει φίλους ἐς δαῖτα· μακάριος γὰρ εἶ, μακάριος, ἡμῶν τοιάδʼ ἐξειργασμένων. Κάδμος ὦ πένθος οὐ μετρητὸν οὐδʼ οἷόν τʼ ἰδεῖν, φόνον ταλαίναις χερσὶν ἐξειργασμένων. καλὸν τὸ θῦμα καταβαλοῦσα δαίμοσιν ἐπὶ δαῖτα Θήβας τάσδε κἀμὲ παρακαλεῖς.