οὗ σῶμα μοχθῶν μυρίοις ζητήμασιν φέρω τόδʼ, εὑρὼν ἐν Κιθαιρῶνος πτυχαῖς διασπαρακτόν, κοὐδὲν ἐν ταὐτῷ πέδῳ λαβών, ἐν ὕλῃ κείμενον δυσευρέτῳ. ἤκουσα γάρ του θυγατέρων τολμήματα, ἤδη κατʼ ἄστυ τειχέων ἔσω βεβὼς σὺν τῷ γέροντι Τειρεσίᾳ Βακχῶν πάρα· πάλιν δὲ κάμψας εἰς ὄρος κομίζομαι τὸν κατθανόντα παῖδα Μαινάδων ὕπο. καὶ τὴν μὲν Ἀκτέωνʼ Ἀρισταίῳ ποτὲ