καὶ λογχοποιῶν ὄργανα κτᾶσθαι μάτην; ἡμεῖς δέ γʼ αὐτῇ χειρὶ τόνδε θʼ εἵλομεν, χωρίς τε θηρὸς ἄρθρα διεφορήσαμεν. ποῦ μοι πατὴρ ὁ πρέσβυς; ἐλθέτω πέλας. Πενθεύς τʼ ἐμὸς παῖς ποῦ ʼστιν; αἰρέσθω λαβὼν πηκτῶν πρὸς οἴκους κλιμάκων προσαμβάσεις, ὡς πασσαλεύσῃ κρᾶτα τριγλύφοις τόδε λέοντος ὃν πάρειμι θηράσασʼ ἐγώ. Κάδμος ἕπεσθέ μοι φέροντες ἄθλιον βάρος Πενθέως, ἕπεσθε, πρόσπολοι, δόμων πάρος, οὗ σῶμα μοχθῶν μυρίοις ζητήμασιν φέρω τόδʼ, εὑρὼν ἐν Κιθαιρῶνος πτυχαῖς διασπαρακτόν, κοὐδὲν ἐν ταὐτῷ πέδῳ λαβών, ἐν ὕλῃ κείμενον δυσευρέτῳ. ἤκουσα γάρ του θυγατέρων τολμήματα, ἤδη κατʼ ἄστυ τειχέων ἔσω βεβὼς σὺν τῷ γέροντι Τειρεσίᾳ Βακχῶν πάρα· πάλιν δὲ κάμψας εἰς ὄρος κομίζομαι τὸν κατθανόντα παῖδα Μαινάδων ὕπο. καὶ τὴν μὲν Ἀκτέωνʼ Ἀρισταίῳ ποτὲ τεκοῦσαν εἶδον Αὐτονόην Ἰνώ θʼ ἅμα ἔτʼ ἀμφὶ δρυμοὺς οἰστροπλῆγας ἀθλίας, τὴν δʼ εἶπέ τίς μοι δεῦρο βακχείῳ ποδὶ στείχειν Ἀγαύην, οὐδʼ ἄκραντʼ ἠκούσαμεν· λεύσσω γὰρ αὐτήν, ὄψιν οὐκ εὐδαίμονα. Ἀγαύη πάτερ, μέγιστον κομπάσαι πάρεστί σοι, πάντων ἀρίστας θυγατέρας σπεῖραι μακρῷ θνητῶν· ἁπάσας εἶπον, ἐξόχως δʼ ἐμέ, ἣ τὰς παρʼ ἱστοῖς ἐκλιποῦσα κερκίδας ἐς μείζονʼ ἥκω, θῆρας ἀγρεύειν χεροῖν.