καὶ λογχοποιῶν ὄργανα κτᾶσθαι μάτην; ἡμεῖς δέ γʼ αὐτῇ χειρὶ τόνδε θʼ εἵλομεν, χωρίς τε θηρὸς ἄρθρα διεφορήσαμεν. ποῦ μοι πατὴρ ὁ πρέσβυς; ἐλθέτω πέλας. Πενθεύς τʼ ἐμὸς παῖς ποῦ ʼστιν; αἰρέσθω λαβὼν πηκτῶν πρὸς οἴκους κλιμάκων προσαμβάσεις, ὡς πασσαλεύσῃ κρᾶτα τριγλύφοις τόδε λέοντος ὃν πάρειμι θηράσασʼ ἐγώ. Κάδμος ἕπεσθέ μοι φέροντες ἄθλιον βάρος Πενθέως, ἕπεσθε, πρόσπολοι, δόμων πάρος,