μέτεχέ νυν θοίνας. Χορός τί; μετέχω, τλᾶμον; Ἀγαύη νέος ὁ μόσχος ἄρ- τι γένυν ὑπὸ κόρυθʼ ἁπαλότριχα κατάκομον θάλλει. Χορός πρέπει γʼ ὥστε θὴρ ἄγραυλος φόβῃ. Ἀγαύη ὁ Βάκχιος κυναγέτας σοφὸς σοφῶς ἀνέπηλʼ ἐπὶ θῆρα τόνδε μαινάδας. Χορός ὁ γὰρ ἄναξ ἀγρεύς. Ἀγαύη ἐπαινεῖς; Χορός ἐπαινῶ. Ἀγαύη τάχα δὲ Καδμεῖοι Χορός καὶ παῖς γε Πενθεὺς Ἀγαύη ματέρʼ ἐπαινέσεται, λαβοῦσαν ἄγραν τάνδε λεοντοφυῆ. Χορός περισσάν. Ἀγαύη περισσῶς. Χορός ἀγάλλῃ; Ἀγαύη γέγηθα, μεγάλα μεγάλα καὶ φανερὰ τᾷδʼ ἄγρᾳ κατειργασμένα. Χορός δεῖξόν νυν, ὦ τάλαινα, σὴν νικηφόρον ἀστοῖσιν ἄγραν ἣν φέρουσʼ ἐλήλυθας. Ἀγαύη ὦ καλλίπυργον ἄστυ Θηβαίας χθονὸς ναίοντες, ἔλθεθʼ ὡς ἴδητε τήνδʼ ἄγραν, Κάδμου θυγατέρες θηρὸς ἣν ἠγρεύσαμεν, οὐκ ἀγκυλητοῖς Θεσσαλῶν στοχάσμασιν, οὐ δικτύοισιν, ἀλλὰ λευκοπήχεσι χειρῶν ἀκμαῖσιν. κᾆτα κομπάζειν χρεὼν