τὸν καλλίνικον κλεινὸν ἐξεπράξατε ἐς στόνον, ἐς δάκρυα. καλὸς ἀγών, χέρʼ αἵματι στάζουσαν περιβαλεῖν τέκνου. Χορός ἀλλʼ, εἰσορῶ γὰρ ἐς δόμους ὁρμωμένην Πενθέως Ἀγαύην μητέρʼ ἐν διαστρόφοις ὄσσοις, δέχεσθε κῶμον εὐίου θεοῦ. Ἀγαύη Ἀσιάδες βάκχαι — Χορός τί μʼ ὀροθύνεις, ὤ; Ἀγαύη φέρομεν ἐξ ὀρέων ἕλικα νεότομον ἐπὶ μέλαθρα, μακάριον θήραν. Χορός ὁρῶ καί σε δέξομαι σύγκωμον. Ἀγαύη ἔμαρψα τόνδʼ ἄνευ βρόχων λέοντος ἀγροτέρου νέον ἶνιν· ὡς ὁρᾶν πάρα. Χορός πόθεν ἐρημίας; Ἀγαύη Κιθαιρὼν Χορός Κιθαιρών; Ἀγαύη κατεφόνευσέ νιν. Χορός τίς ἁ βαλοῦσα; Ἀγαύη πρῶτον ἐμὸν τὸ γέρας. μάκαιρʼ Ἀγαύη κλῃζόμεθʼ ἐν θιάσοις. Χορός τίς ἄλλα; Ἀγαύη τὰ Κάδμου Χορός τί Κάδμου; Ἀγαύη γένεθλα μετʼ ἐμὲ μετʼ ἐμὲ τοῦδʼ ἔθιγε θηρός· εὐτυχής γʼ ἅδʼ ἄγρα. Χορός