Βρόμιος ὅστις ἄγῃ θιάσουσ— εἰς ὄρος εἰς ὄρος, ἔνθα μένει θηλυγενὴς ὄχλος ἀφʼ ἱστῶν παρὰ κερκίδων τʼ οἰστρηθεὶς Διονύσῳ. Χορός ὦ θαλάμευμα Κουρ- ήτων ζάθεοί τε Κρήτας Διογενέτορες ἔναυλοι, ἔνθα τρικόρυθες ἄντροις βυρσότονον κύκλωμα τόδε μοι Κορύβαντες ηὗρον· βακχείᾳ δʼ ἀνὰ συντόνῳ κέρασαν ἁδυβόᾳ Φρυγίων αὐλῶν πνεύματι ματρός τε Ῥέας ἐς χέρα θῆκαν, κτύπον εὐάσμασι Βακχᾶν· παρὰ δὲ μαινόμενοι Σάτυροι ματέρος ἐξανύσαντο θεᾶς, ἐς δὲ χορεύματα συνῆψαν τριετηρίδων, αἷς χαίρει Διόνυσος. Χορός ἡδὺς ἐν ὄρεσιν, ὅταν ἐκ θιάσων δρομαί- ων πέσῃ πεδόσε, νε- βρίδος ἔχων ἱερὸν ἐνδυτόν, ἀγρεύων αἷμα τραγοκτόνον, ὠμοφάγον χάριν, ἱέμε- νος ἐς ὄρεα Φρύγια, Λύδιʼ, ὁ δʼ ἔξαρχος Βρόμιος, εὐοἷ. ῥεῖ δὲ γάλακτι πέδον, ῥεῖ δʼ οἴνῳ, ῥεῖ δὲ μελισσᾶν νέκταρι. Συρίας δʼ ὡς λιβάνου κα- πνὸν ὁ Βακχεὺς ἀνέχων