ἔννεπέ μοι, φράσον, τίνι μόρῳ θνῄσκει ἄδικος ἄδικά τʼ ἐκπορίζων ἀνήρ; Ἄγγελος ἐπεὶ θεράπνας τῆσδε Θηβαίας χθονὸς λιπόντες ἐξέβημεν Ἀσωποῦ ῥοάς, λέπας Κιθαιρώνειον εἰσεβάλλομεν Πενθεύς τε κἀγώ—δεσπότῃ γὰρ εἱπόμην— ξένος θʼ ὃς ἡμῖν πομπὸς ἦν θεωρίας. πρῶτον μὲν οὖν ποιηρὸν ἵζομεν νάπος, τά τʼ ἐκ ποδῶν σιγηλὰ καὶ γλώσσης ἄπο σῴζοντες, ὡς ὁρῷμεν οὐχ ὁρώμενοι. ἦν δʼ ἄγκος ἀμφίκρημνον, ὕδασι διάβροχον, πεύκαισι συσκιάζον, ἔνθα μαινάδες καθῆντʼ ἔχουσαι χεῖρας ἐν τερπνοῖς πόνοις. αἳ μὲν γὰρ αὐτῶν θύρσον ἐκλελοιπότα κισσῷ κομήτην αὖθις ἐξανέστεφον, αἳ δʼ, ἐκλιποῦσαι ποικίλʼ ὡς πῶλοι ζυγά, βακχεῖον ἀντέκλαζον ἀλλήλαις μέλος. Πενθεὺς δʼ ὁ τλήμων θῆλυν οὐχ ὁρῶν ὄχλον ἔλεξε τοιάδʼ· Ὦ ξένʼ, οὗ μὲν ἕσταμεν, οὐκ ἐξικνοῦμαι μαινάδων ὄσσοις νόθων· ὄχθων δʼ ἔπʼ, ἀμβὰς ἐς ἐλάτην ὑψαύχενα, ἴδοιμʼ ἂν ὀρθῶς μαινάδων αἰσχρουργίαν. τοὐντεῦθεν ἤδη τοῦ ξένου τὸ θαῦμʼ ὁρῶ· λαβὼν γὰρ ἐλάτης οὐράνιον ἄκρον κλάδον κατῆγεν, ἦγεν, ἦγεν ἐς μέλαν πέδον· κυκλοῦτο δʼ ὥστε τόξον ἢ κυρτὸς τροχὸς τόρνῳ γραφόμενος περιφορὰν ἕλκει δρόμον· ὣς κλῶνʼ ὄρειον ὁ ξένος χεροῖν ἄγων ἔκαμπτεν ἐς γῆν, ἔργματʼ οὐχὶ θνητὰ δρῶν. Πενθέα δʼ ἱδρύσας ἐλατίνων ὄζων ἔπι,