αγοῦντʼ εὐσεβεῖν, τὰ δʼ ἔξω νόμιμα δίκας ἐκβαλόντα τιμᾶν θεούς. ἴτω δίκα φανερός, ἴτω ξιφηφόρος φονεύουσα λαιμῶν διαμπὰξ τὸν ἄθεον ἄνομον ἄδικον Ἐχίονος τόκον γηγενῆ. Χορός φάνηθι ταῦρος ἢ πολύκρανος ἰδεῖν δράκων ἢ πυριφλέγων ὁρᾶσθαι λέων. ἴθʼ, ὦ Βάκχε, θηραγρευτᾷ βακχᾶν γελῶντι προσώπῳ περίβαλε βρόχον θανάσιμον ὑπʼ ἀγέλαν πεσόν- τι τὰν μαινάδων. Ἄγγελος Β ὦ δῶμʼ ὃ πρίν ποτʼ εὐτύχεις ἀνʼ Ἑλλάδα, Σιδωνίου γέροντος, ὃς τὸ γηγενὲς δράκοντος ἔσπειρʼ Ὄφεος ἐν γαίᾳ θέρος, ὥς σε στενάζω, δοῦλος ὢν μέν, ἀλλʼ ὅμως χρηστοῖσι δούλοις συμφορὰ τὰ δεσποτῶν . Χορός τί δʼ ἔστιν; ἐκ βακχῶν τι μηνύεις νέον; Ἄγγελος Πενθεὺς ὄλωλεν, παῖς Ἐχίονος πατρός. Χορός ὦναξ Βρόμιε, θεὸς φαίνῃ μέγας. Ἄγγελος πῶς φῄς; τί τοῦτʼ ἔλεξας; ἦ ʼπὶ τοῖς ἐμοῖς χαίρεις κακῶς πράσσουσι δεσπόταις, γύναι; Χορός εὐάζω ξένα μέλεσι βαρβάροις· οὐκέτι γὰρ δεσμῶν ὑπὸ φόβῳ πτήσσω. Ἄγγελος Θήβας δʼ ἀνάνδρους ὧδʼ ἄγεις Χορός ὁ Διόνυσος ὁ Διόνυσος, οὐ Θῆβαι κράτος ἔχουσʼ ἐμόν. Ἄγγελος συγγνωστὰ μέν σοι, πλὴν ἐπʼ ἐξειργασμένοις κακοῖσι χαίρειν, ὦ γυναῖκες, οὐ καλόν.