τὰ τοῦ δράματος πρόσωπα Διόνυσος Χορός Τειρεσίας Κάδμος Πενθεύς Θεράπων Ἄγγελος Ἕτερος Ἄγγελος Ἀγαύη Διόνυσος ἥκω Διὸς παῖς τήνδε Θηβαίων χθόνα Διόνυσος, ὃν τίκτει ποθʼ ἡ Κάδμου κόρη Σεμέλη λοχευθεῖσʼ ἀστραπηφόρῳ πυρί· μορφὴν δʼ ἀμείψας ἐκ θεοῦ βροτησίαν πάρειμι Δίρκης νάματʼ Ἰσμηνοῦ θʼ ὕδωρ. ὁρῶ δὲ μητρὸς μνῆμα τῆς κεραυνίας τόδʼ ἐγγὺς οἴκων καὶ δόμων ἐρείπια τυφόμενα Δίου πυρὸς ἔτι ζῶσαν φλόγα, ἀθάνατον Ἥρας μητέρʼ εἰς ἐμὴν ὕβριν. αἰνῶ δὲ Κάδμον, ἄβατον ὃς πέδον τόδε τίθησι, θυγατρὸς σηκόν· ἀμπέλου δέ νιν πέριξ ἐγὼ ʼκάλυψα βοτρυώδει χλόῃ. λιπὼν δὲ Λυδῶν τοὺς πολυχρύσους γύας Φρυγῶν τε, Περσῶν θʼ ἡλιοβλήτους πλάκας Βάκτριά τε τείχη τήν τε δύσχιμον χθόνα Μήδων ἐπελθὼν Ἀραβίαν τʼ εὐδαίμονα Ἀσίαν τε πᾶσαν, ἣ παρʼ ἁλμυρὰν ἅλα κεῖται μιγάσιν Ἕλλησι βαρβάροις θʼ ὁμοῦ πλήρεις ἔχουσα καλλιπυργώτους πόλεις, ἐς τήνδε πρῶτον ἦλθον Ἑλλήνων πόλιν, τἀκεῖ χορεύσας καὶ καταστήσας ἐμὰς τελετάς, ἵνʼ εἴην ἐμφανὴς δαίμων βροτοῖς. πρώτας δὲ Θήβας τῆσδε γῆς Ἑλληνίδος ἀνωλόλυξα, νεβρίδʼ ἐξάψας χροὸς θύρσον τε δοὺς ἐς χεῖρα, κίσσινον βέλος· ἐπεί μʼ ἀδελφαὶ μητρός, ἃς ἥκιστα χρῆν, Διόνυσον οὐκ ἔφασκον ἐκφῦναι Διός, Σεμέλην δὲ νυμφευθεῖσαν ἐκ θνητοῦ τινος ἐς Ζῆνʼ ἀναφέρειν τὴν ἁμαρτίαν λέχους,