προύπεμψεν ἐς δῶμʼ ἡμέτερον· ἔστιν δʼ ἔσω κλαίουσʼ ἀδελφὴν συμφοράν τε δωμάτων. ἔχει δὲ δή τινʼ ἀλγέων παραψυχήν· ἣν γὰρ κατʼ οἴκους ἔλιφʼ, ὅτʼ ἐς Τροίαν ἔπλει, παρθένον ἐμῇ τε μητρὶ παρέδωκεν τρέφειν Μενέλαος ἀγαγὼν Ἑρμιόνην Σπάρτης ἄπο, ταύτῃ γέγηθε κἀπιλήθεται κακῶν. βλέπω δὲ πᾶσαν εἰς ὁδόν, πότʼ ὄψομαι Μενέλαον ἥκονθʼ· ὡς τά γʼ ἄλλʼ ἐπʼ ἀσθενοῦς ῥώμης ὀχούμεθʼ, ἤν τι μὴ κείνου πάρα σωθῶμεν. ἄπορον χρῆμα δυστυχῶν δόμος. Ἑλένη ὦ παῖ Κλυταιμήστρας τε καὶ Ἀγαμέμνονος, παρθένε μακρὸν δὴ μῆκος Ἠλέκτρα χρόνου, πῶς, ὦ τάλαινα, σύ τε κασίγνητός τε σὸς τλήμων Ὀρέστης μητρὸς ὅδε φονεὺς ἔχει; προσφθέγμασιν γὰρ οὐ μιαίνομαι σέθεν, ἐς Φοῖβον ἀναφέρουσα τὴν ἁμαρτίαν. καίτοι στένω γε τὸν Κλυταιμήστρας μόρον, ἐμῆς ἀδελφῆς, ἥν, ἐπεὶ πρὸς Ἴλιον ἔπλευσʼ ὅπως ἔπλευσα θεομανεῖ πότμῳ, οὐκ εἶδον, ἀπολειφθεῖσα δʼ αἰάζω τύχας. Ἠλέκτρα Ἑλένη, τί σοι λέγοιμʼ ἂν ἅ γε παροῦσʼ ὁρᾷς; ἐν συμφοραῖσι τὸν Ἀγαμέμνονος δόμον ἐγὼ μὲν ἄυπνος πάρεδρος ἀθλίῳ νεκρῷ — νεκρὸς γὰρ οὗτος οὕνεκα σμικρᾶς πνοῆς — θάσσω· τὰ τούτου δʼ οὐκ ὀνειδίζω κακά. σὺ δʼ εἶ μακαρία μακάριός θʼ ὁ σὸς πόσις. ἥκετον ἐφʼ ἡμᾶς ἀθλίως πεπραγότας Ἑλένη πόσον χρόνον δʼ ἐν δεμνίοις πέπτωχʼ ὅδε; Ἠλέκτρα ἐξ οὗπερ αἷμα γενέθλιον κατήνυσεν.