καὶ μὴν γέροντι δεῦρʼ ἁμιλλᾶται ποδὶ ὁ Σπαρτιάτης Τυνδάρεως, μελάμπεπλος κουρᾷ τε θυγατρὸς πενθίμῳ κεκαρμένος. Ὀρέστης ἀπωλόμην, Μενέλαε· Τυνδάρεως ὅδε στείχει πρὸς ἡμᾶς, οὗ μάλιστʼ αἰδώς μʼ ἔχει ἐς ὄμματʼ ἐλθεῖν τοῖσιν ἐξειργασμένοις. καὶ γάρ μʼ ἔθρεψε σμικρὸν ὄντα, πολλὰ δὲ φιλήματʼ ἐξέπλησε, τὸν Ἀγαμέμνονος παῖδʼ ἀγκάλαισι περιφέρων, Λήδα θʼ ἅμα, τιμῶντέ μʼ οὐδὲν ἧσσον ἢ Διοσκόρω· οἷς, ὦ τάλαινα καρδία ψυχή τʼ ἐμή, ἀπέδωκʼ ἀμοιβὰς οὐ καλάς. τίνα σκότον λάβω προσώπῳ; ποῖον ἐπίπροσθεν νέφος θῶμαι, γέροντος ὀμμάτων φεύγων κόρας; Τυνδάρεως ποῦ ποῦ θυγατρὸς τῆς ἐμῆς ἴδω πόσιν, Μενέλαον; ἐπὶ γὰρ τῷ Κλυταιμήστρας τάφῳ χοὰς χεόμενος ἔκλυον ὡς ἐς Ναυπλίαν ἥκοι σὺν ἀλόχῳ πολυετὴς σεσῳσμένος. ἄγετέ με· πρὸς γὰρ δεξιὰν αὐτοῦ θέλω στὰς ἀσπάσασθαι, χρόνιος εἰσιδὼν φίλον. Μενέλαος ὦ πρέσβυ, χαῖρε, Ζηνὸς ὁμόλεκτρον κάρα. Τυνδάρεως ὦ χαῖρε καὶ σύ, Μενέλεως, κήδευμʼ ἐμόν. ἔα· τὸ μέλλον ὡς κακὸν τὸ μὴ εἰδέναι. ὁ μητροφόντης ὅδε πρὸ δωμάτων δράκων στίλβει νοσώδεις ἀστραπάς, στύγημʼ ἐμόν. Μενέλαε, προσφθέγγῃ νιν, ἀνόσιον κάρα; Μενέλαος τί γάρ; φίλου μοι πατρός ἐστιν ἔκγονος. Τυνδάρεως κείνου γὰρ ὅδε πέφυκε, τοιοῦτος γεγώς; Μενέλαος πέφυκεν· εἰ δὲ δυστυχεῖ, τιμητέος. Τυνδάρεως βεβαρβάρωσαι, χρόνιος ὢν ἐν βαρβάροις.