οὔπω· τὸ μέλλον δʼ ἴσον ἀπραξίᾳ λέγω. Μενέλαος τὰ πρὸς πόλιν δὲ πῶς ἔχεις δράσας τάδε; Ὀρέστης μισούμεθʼ οὕτως ὥστε μὴ προσεννέπειν. Μενέλαος οὐδʼ ἥγνισαι σὸν αἷμα κατὰ νόμον χεροῖν; Ὀρέστης ἐκκλῄομαι γὰρ δωμάτων ὅποι μόλω. Μενέλαος τίνες πολιτῶν ἐξαμιλλῶνταί σε γῆς; Ὀρέστης Οἴαξ, τὸ Τροίας μῖσος ἀναφέρων πατρί. Μενέλαος συνῆκα· Παλαμήδους σε τιμωρεῖ φόνου. Ὀρέστης οὗ γʼ οὐ μετῆν μοι· διὰ τριῶν δʼ ἀπόλλυμαι. Μενέλαος τίς δʼ ἄλλος; ἦ που τῶν ἀπʼ Αἰγίσθου φίλων; Ὀρέστης οὗτοί μʼ ὑβρίζουσʼ, ὧν πόλις τὰ νῦν κλύει. Μενέλαος Ἀγαμέμνονος δὲ σκῆπτρʼ ἐᾷ σʼ ἔχειν πόλις; Ὀρέστης πῶς, οἵτινες ζῆν οὐκ ἐῶσʼ ἡμᾶς ἔτι; Μενέλαος τί δρῶντες ὅ τι καὶ σαφὲς ἔχεις εἰπεῖν ἐμοί; Ὀρέστης ψῆφος καθʼ ἡμῶν οἴσεται τῇδʼ ἡμέρᾳ. Μενέλαος φεύγειν πόλιν τήνδʼ; ἢ θανεῖν ἢ μὴ θανεῖν; Ὀρέστης θανεῖν ὑπʼ ἀστῶν λευσίμῳ πετρώματι. Μενέλαος κᾆτʼ οὐχὶ φεύγεις γῆς ὑπερβαλὼν ὅρους; Ὀρέστης κύκλῳ γὰρ εἱλισσόμεθα παγχάλκοις ὅπλοις. Μενέλαος ἰδίᾳ πρὸς ἐχθρῶν ἢ πρὸς Ἀργείας χερός; Ὀρέστης πάντων πρὸς ἀστῶν, ὡς θάνω· βραχὺς λόγος. Μενέλαος ὦ μέλεος, ἥκεις συμφορᾶς ἐς τοὔσχατον. Ὀρέστης ἐς σὲ ἐλπὶς ἡμὴ καταφυγὰς ἔχει κακῶν. ἀλλʼ ἀθλίως πράσσουσιν εὐτυχὴς μολὼν μετάδος φίλοισι σοῖσι σῆς εὐπραξίας, καὶ μὴ μόνος τὸ χρηστὸν ἀπολαβὼν ἔχε, ἀλλʼ ἀντιλάζου καὶ πόνων ἐν τῷ μέρει, χάριτας πατρῴας ἐκτίνων ἐς οὕς σε δεῖ. ὄνομα γάρ, ἔργον δʼ οὐκ ἔχουσιν οἱ φίλοι οἱ μὴ ʼπὶ ταῖσι συμφοραῖς ὄντες φίλοι.