ἡ σύνεσις, ὅτι σύνοιδα δείνʼ εἰργασμένος. Μενέλαος πῶς φῄς; σοφόν τοι τὸ σαφές, οὐ τὸ μὴ σαφές. Ὀρέστης λύπη μάλιστά γʼ ἡ διαφθείρουσά με — Μενέλαος δεινὴ γὰρ ἡ θεός, ἀλλʼ ὅμως ἰάσιμος. Ὀρέστης μανίαι τε, μητρὸς αἵματος τιμωρίαι. Μενέλαος ἤρξω δὲ λύσσης πότε; τίς ἡμέρα τότʼ ἦν; Ὀρέστης ἐν ᾗ τάλαιναν μητέρʼ ἐξώγκουν τάφῳ. Μενέλαος πότερα κατʼ οἴκους ἢ προσεδρεύων πυρᾷ; Ὀρέστης νυκτὸς φυλάσσων ὀστέων ἀναίρεσιν. Μενέλαος παρῆν τις ἄλλος, ὃς σὸν ὤρθευεν δέμας; Ὀρέστης Πυλάδης, ὁ συνδρῶν αἷμα καὶ μητρὸς φόνον. Μενέλαος ἐκ φασμάτων δὲ τάδε νοσεῖς· ποίων ὕπο; Ὀρέστης ἔδοξʼ ἰδεῖν τρεῖς νυκτὶ προσφερεῖς κόρας. Μενέλαος οἶδʼ ἃς ἔλεξας, ὀνομάσαι δʼ οὐ βούλομαι. Ὀρέστης σεμναὶ γάρ· εὐπαίδευτα δʼ ἀπετρέπου λέγειν. Μενέλαος αὗταί σε βακχεύουσι συγγενῆ φόνον; Ὀρέστης οἴμοι διωγμῶν, οἷς ἐλαύνομαι τάλας. Μενέλαος οὐ δεινὰ πάσχειν δεινὰ τοὺς εἰργασμένους. Ὀρέστης ἀλλʼ ἔστιν ἡμῖν ἀναφορὰ τῆς συμφορᾶς. Μενέλαος μὴ θάνατον εἴπῃς· τοῦτο μὲν γὰρ οὐ σοφόν. Ὀρέστης Φοῖβος, κελεύσας μητρὸς ἐκπρᾶξαι φόνον. Μενέλαος ἀμαθέστερός γʼ ὢν τοῦ καλοῦ καὶ τῆς δίκης. Ὀρέστης δουλεύομεν θεοῖς, ὅ τι ποτʼ εἰσὶν οἱ θεοί. Μενέλαος κᾆτʼ οὐκ ἀμύνει Λοξίας τοῖς σοῖς κακοῖς; Ὀρέστης μέλλει· τὸ θεῖον δʼ ἐστὶ τοιοῦτον φύσει. Μενέλαος πόσον χρόνον δὲ μητρὸς οἴχονται πνοαί; Ὀρέστης ἕκτον τόδʼ ἦμαρ· ἔτι πυρὰ θερμὴ τάφου. Μενέλαος ὡς ταχὺ μετῆλθόν σʼ αἷμα μητέρος θεαί. Ὀρέστης οὐ σοφός, ἀληθὴς δʼ ἐς φίλους ἔφυν φίλος. Μενέλαος πατρὸς δὲ δή τι σʼ ὠφελεῖ τιμωρία;