Μενέλαε, κεῖται σὸς κασίγνητος θανών, λουτροῖσιν ἀλόχου περιπεσὼν πανυστάτοις. δακρύων δʼ ἔπλησεν ἐμέ τε καὶ ναύτας ἐμοὺς πολλῶν. ἐπεὶ δὲ Ναυπλίας ψαύω χθονός, ἤδη δάμαρτος ἐνθάδʼ ἐξορμωμένης, δοκῶν Ὀρέστην παῖδα τὸν Ἀγαμέμνονος φίλαισι χερσὶ περιβαλεῖν καὶ μητέρα, ὡς εὐτυχοῦντας, ἔκλυον ἁλιτύπων τινὸς τῆς Τυνδαρείας παιδὸς ἀνόσιον φόνον. καὶ νῦν ὅπου ʼστὶν εἴπατʼ, ὦ νεάνιδες, Ἀγαμέμνονος παῖς, ὃς τὰ δείνʼ ἔτλη κακά. βρέφος γὰρ ἦν τότʼ ἐν Κλυταιμήστρας χεροῖν, ὅτʼ ἐξέλειπον μέλαθρον ἐς Τροίαν ἰών, ὥστʼ οὐκ ἂν αὐτὸν γνωρίσαιμʼ ἂν εἰσιδών. Ὀρέστης ὅδʼ εἴμʼ Ὀρέστης, Μενέλεως, ὃν ἱστορεῖς. ἑκὼν ἐγώ σοι τἀμὰ μηνύσω κακά. τῶν σῶν δὲ γονάτων πρωτόλεια θιγγάνω ἱκέτης, ἀφύλλου στόματος ἐξάπτων λιτάς· σῷσόν μʼ· ἀφῖξαι δʼ αὐτὸς ἐς καιρὸν κακῶν. Μενέλαος ὦ θεοί, τί λεύσσω; τίνα δέδορκα νερτέρων; Ὀρέστης εὖ γʼ εἶπας· οὐ γὰρ ζῶ κακοῖς, φάος δʼ ὁρῶ. Μενέλαος ὡς ἠγρίωσαι πλόκαμον αὐχμηρόν, τάλας. Ὀρέστης οὐχ ἡ πρόσοψίς μʼ, ἀλλὰ τἄργʼ αἰκίζεται. Μενέλαος δεινὸν δὲ λεύσσεις ὀμμάτων ξηραῖς κόραις. Ὀρέστης τὸ σῶμα φροῦδον· τὸ δʼ ὄνομʼ οὐ λέλοιπέ μοι. Μενέλαος ὦ παρὰ λόγον μοι σὴ φανεῖσʼ ἀμορφία. Ὀρέστης ὅδʼ εἰμὶ μητρὸς τῆς ταλαιπώρου φονεύς. Μενέλαος ἤκουσα, φείδου δʼ· ὀλιγάκις λέγειν κακά. Ὀρέστης φειδόμεθʼ· ὁ δαίμων δʼ ἐς ἐμὲ πλούσιος κακῶν. Μενέλαος τί χρῆμα πάσχεις; τίς σʼ ἀπόλλυσιν νόσος;