δάκρυσι συμβάλλει πορεύων τις ἐς δόμον ἀλαστόρων ματέρος αἷμα σᾶς, ὅ σʼ ἀναβακχεύει; ὁ μέγας ὄλβος οὐ μόνιμος ἐν βροτοῖς· κατολοφύρομαι κατολοφύρομαι. ἀνὰ δὲ λαῖφος ὥς τις ἀκάτου θοᾶς τινάξας δαίμων κατέκλυσεν δεινῶν πόνων ὡς πόντου λάβροις ὀλεθρίοισιν ἐν κύμασιν. τίνα γὰρ ἔτι πάρος οἶκον ἕτερον ἢ τὸν ἀπὸ θεογόνων γάμων, τὸν ἀπὸ Ταντάλου, σέβεσθαί με χρή; Χορός καὶ μὴν βασιλεὺς ὅδε δὴ στείχει, Μενέλαος ἄναξ, πολλῇ ἁβροσύνῃ δῆλος ὁρᾶσθαι τῶν Τανταλιδῶν ἐξ αἵματος ὤν. ὦ χιλιόναυν στρατὸν ὁρμήσας ἐς γῆν Ἀσίαν, χαῖρʼ, εὐτυχίᾳ δʼ αὐτὸς ὁμιλεῖς, θεόθεν πράξας ἅπερ ηὔχου. Μενέλαος ὦ δῶμα, τῇ μέν σʼ ἡδέως προσδέρκομαι Τροίαθεν ἐλθών, τῇ δʼ ἰδὼν καταστένω· κύκλῳ γὰρ εἱλιχθεῖσαν ἀθλίως κακοῖς οὐπώποτʼ ἄλλην μᾶλλον εἶδον ἑστίαν. Ἀγαμέμνονος μὲν γὰρ τύχας ἠπιστάμην καὶ θάνατον, οἵῳ πρὸς δάμαρτος ὤλετο, Μαλέᾳ προσίσχων πρῷραν· ἐκ δὲ κυμάτων ὁ ναυτίλοισι μάντις ἐξήγγειλέ μοι Νηρέως προφήτης Γλαῦκος, ἀψευδὴς θεός, ὅς μοι τόδʼ εἶπεν ἐμφανῶς κατασταθείς·